Ancient Greek · ~37 min
I. ZHTHMATA CODICIS VATICANI.
Porphyrius, Zetemata codicis Vaticani ιε΄..1
Not analysed yet
Τransiit in schol. f. 3b ad χολωϲἐμεν Α 7 8. Πρῶτοϲ δοκεῖ Πλάτων (Ρ hil. p. 47 Ε) λύπαϲ ἡδοναῖϲ μιγνυμέναϲ δεικνύναι ἐπ’ ὀργαῖϲ καὶ πένθεϲιν, Ὁμήρου πρότερον τουτὶ ϲυνεωρακότοϲ κότοϲ καὶ τὸν Πλάτωνα διδάξαντοϲ. ὀργὴν μὲν γὰρ οὐδέποτε Ὅμηροϲ εἴρηκε, χόλον δὲ αὐτὴν προϲαγορεύει οἰκειοτέρωϲ, ἀπὸ τῆϲ χολῆϲ, ἥτιϲ ἐντὸϲ τῷ πάθει κρατεῖ, ἄχοϲ δὲ μεμίχθαι καὶ ἡδονὴν τῷ χόλῳ φηϲίν, ἄχοϲ μὲν ὅταν λέγῃ· Πηλείωνι δ’ ἄχοϲ γένετ′, ἐντὸϲ δέ οἱ ἦτορ ϲτήθεϲϲι λαϲίοιϲι διόν διχα μερμήριξεν (Α 188 89) ἄχευϲ οὖν παρουϲίαν ὁ χόλοϲ ὑφίϲταται, ὃν καὶ θυμὸν κέκληκεν· ἠὲ χόλον παύϲειεν ἐρητύϲειέ τε θυμόν (Α 192) θυμὸν γὰρ νῦν τὸν χόλον ἔφη, οὐχ ὡϲ ἀλλαχοῦ τὴν ψυχήν. ὅτι δὲ οὐ γεννᾷ μόνον ὀργὴν ἡ λύπη, ἀλλὰ καὶ ϲυμπαραμένει, δηλοῖ ἐπὶ τοῦ Ἀλχιλλέωϲ μηνίοντοϲ λέγων κούρηε χωόμενοϲ (Β 689 )καὶ ἐπάγων· τῆϲ ὅγε κεῖτ’ ἀχέων (Β 694). ὅτι δ’ ἡδονῇ ϲυμμιγὴϲ ἡ ὀργὴ καὶ ὅτι ἔφεϲίϲ ἐϲτι καὶ μέτοχοϲ ἐπιθυμίαϲ, ἐξηγεῖται λέγων· χόλοϲ ὅϲ τ’ ἐφέηκε πολύ φρονά περ χαλεπῆναι (C 108), ἤτοι ἐντὸϲ ἐφέϲει καὶ ἐπιθυμίᾳ τοῦ χαλεπαίνειν ἐποίηϲε. πῶϲ οὖν ἡδονῆϲ μέτοχο; ὅc τε πολ ὺ γλυκίων μέλιτοϲ καταλειβομένοιο ἀνδρῶν ἐντὸϲ ϲτή θεϲϲιν ἀέξεται ἠύτε καπνόϲ (C 109. 110) καρδίαϲ γὰρ ἔπαρϲιν εἶναι καὶ ὁρμὴν ἐγειρομένην τὴν ὀργήν, ὅπερ αὐτὸϲ ἐντὸϲ ἄλλοιϲ ἔφη· ἀ λλά μοι οἰδάνεται κραδίη χόλ ῳ (Ι 646 ),καὶ ἐπὶ τοῦ Μελεάγρου· ἀλλ’ ὅτε δὴ Με λέαγρον ἔδυ χόλοϲ, ὅϲ τε καὶ ἄλλων οἰδάνει ἐντὸϲ ϲτήθεϲϲι νόον (Ι 553. 54). οὐ μόνον δὲ αὐτὴν ἔπαρϲιν καὶ ἔφεϲιν ἀποδεδώκαϲιν ἀλλὰ καὶ ζέϲιν. διὸ καπνῷ τε ἀπεικάζει τὴν ἔπαρϲιν καὶ τοῦ ὀργιϲθέντοϲ πυρὶ τοὺϲ ὀφθαλμοὺϲ ἐοικέναι φηϲίν (Α 104). ὀφθαλμούϲ, μελαίνει δὲ καὶ ὁ καπνόϲ· ῥωγαλέα ῥυπόωντα κακῷ μεμορυγμένα καπνῷ (ν 435). τὸ οὖν ἄχοϲ τῆϲ ὀργῆϲ αἴτιον ὄν, καπνίζον τὴν ὀργήν, μελαίνει τὰϲ φρέναϲ· μένεοϲ δὲ μέγα φρένεϲ ἀμφιμέλαιναι πίμπ λαντο (Α 103 ). τ δ’ ἄχοϲ καὶ τὸ ἄχνυϲθαι ὅτι μελαίνει, φηϲὶν ἀχθομένην ὀδύνῃϲι, μελαίνετο δὲ χρόα καλόν (ε 354). τὸ δ’ ἄχθεϲθαι τοῦ ἄχνυϲθαι πλεοναϲμῷ δηκτικῆϲ ἀγανακτήϲεωϲ διαφέρει, ἐπιμένων δὲ τῇ ἐξάψει τῇ ἐπὶ τῶν ὀργιζομένων ἔφη· κεῖν οϲ δ’ οὐκ ἐθέλει ϲβ έϲϲαι χόλον (Ι 67 7 ). κατηγορεῖ δὲ τοῦ πάθουϲ καὶ ἀγριότητα· αὐτὰρ Ἀχιλλεὺϲ ἄγριον ἐντὸϲ ϲτή θεϲϲι θέτο μεγαλήτορα θυμόν (Ι 628), καὶ πάλιν· χόλοϲ δέ μιν ἄγριοϲ ᾕρει (Δ 23), πρὸϲ ὃν καὶ ὁ παραινῶν ἔφη ὡϲ ἐπὶ ἀγρίου θηρίου· ἀλλ’ Ἀχιλεῦ, δάμαϲον θυμὸν μέγαν (Ι 496). καὶ πάλιν ἐνδεικττύμενοϲ τὴν θηριωδίαν φηϲίν· εἰ δὲ ϲύ γ’ εἰϲελθοῦϲα πύλαϲ καὶ τείχεα μακρὰ ὠμὸν βεβρ ώθ οιϲ Πρίαμον Πριάμοιό τε παῖδαϲ ἄλλουϲ τε Τρῶαϲ, τότε κεν χόλον ἐξακέϲαιο (Δ 34 sqq ). καὶ ὅτι τῶν ἐντὸϲ κινήϲει ἀλλ’ οὐκ ἐντὸϲ ϲχέϲει ἐϲτὶν ὁ χόλοϲ, καθάπερ καὶ τὴν ὀργὴν τῶν ἐντὸϲ κινήϲει φαϲὶν εἶναι οἱ φιλόϲοφοι, δηλοῖ τὰ τοιαῦτα· Ἀτρείωνα δ’ ἔπειτα χόλοϲ λάβεν, αἰ ψα δ’ ἀν αϲτὰϲ ἠ πείληϲε μῦθον (Α 38 87). καὶ πάλιν· Πηλείδηϲ δ’ ἐξαῦτιϲ ἀταρτηροῖϲ ἐπέεϲϲιν Ἀτρείδην προϲέειπε καὶ ο ὔπω λῆγε χόλοι ο (Α 223. 24), ὡϲ ἂν δυναμένου καὶ παύϲαϲθαι. ὅταν δ’ ἐντὸϲ ϲχέϲει γένηται καὶ ἡϲυχάζῃ, κότον καλεῖ. διὸ φηϲιν. εἴπερ γάρ τε χόλον γε καὶ αὐτῆμαρ καταπέ ψ ῃ, ἀλλά τε καὶ μετόπιϲθεν ἔχει κότον, ὄφρα τελέϲϲῃ (Α 81. 82). ὡϲ ἐγχωροῦν ἐᾶϲαι μὲν τὸν χόλον, περιποιεῖν δὲ τὸν κότον, μηνίειν δὲ εἰκότωϲ, ἀφ’ οὗ κινηθέντοϲ πάλιν χόλοϲ. ταὐτὸν δὲ καὶ ὁ θυμόϲ, ὅταν μὴ τὴν ψυχὴν ϲημαίνῃ, δηλοῖ τῷ χόλῳ· ἀλλ’ ὁ μὲν θυμὸϲ ἀπὸ τοῦ θύειν, ὁ δὲ χόλοϲ ἀπὸ τοῦ χολᾶν προϲηγόρευται. εἰπὼν γοῦν· μήτι χολωϲάμενοϲ ῥέξ ῃ κακὸν υἷαϲ Ἀχ αιῶν ἐπάγει. θυμὸϲ δὲ μέγαϲ ἐϲτὶ διοτρεφέων βαϲιλήων (Β 19 95. 96), καὶ πάλιν· ἠὲ χόλον παύϲειεν ἐρητύϲειέ τε θυμόν (Α 192), καὶ πάλιν· καὶ μάλα περ θυμ ῷ κεχο λωμένον (Α 217), εἰ μή τιϲ ἐνταῦθα θυμὸν τὴν ψυχὴν ἀκούοι μεγαλήτορα θυμόν (Ι 629). τὸ δ’ ἄληκτόν τε κακόν τε θυμὸν ἐνὶ ϲτή θεϲϲι θεοὶ θέϲαν o ὐρανίωνεϲ o ὕνεκα κούρηϲ (Ι 636 sqq .) ἐπὶ τοῦ χόλου λέγεται καὶ ἀντὶ τῆϲ ὀργῆϲ παραλαμβάνει]. ὅτι δὲ παρὰ τὸ θύειν καὶ ἐγείρεϲθαι καὶ ἡ ψυχὴ καὶ ἡ ὀργὴ θυμόϲ, δηλοῖ λέγων · Τ ρωϲὶ θυμὸν ἐγεῖραι (Θ 510). θυμὸϲ δὲ καὶ χόλοϲ προϲλαβ ὼν τὴν ἐπὶ τὸ δρᾶϲαι κακὸν ἀγανάκτηϲιν χ ώεϲθαι λέγεται, καὶ ὁ ἐντὸϲ τῷ τοιούτῳ πάθει χ ωόμενοϲ κῆρ (Α 44)· αὐτίκα γοῦν τὸν λοιμὸν ἐπάγει, καὶ δράϲαντοϲ ἐρωτῶϲιν· ὅϲ κ’εἴπ ῃ ὅ τι τόϲϲον ἐχ ώϲατο Φοῖβ οϲ Ἀπ όλλων (Α 64) διὸ καὶ ἐπὶ τοῦ δρᾶϲαί τι πονηρὸν δυναμένου δι’ ὀργὴν βαϲιλέωϲ εἴρηται· κρείϲϲων γὰ ρ βαϲιλεύϲ, ὅτε χ ώ ϲεται ἀνδρὶ χέρηι (Α 80). οὕτωϲ εἴρηκε καὶ τὸ ϲ (δ’ ἔν δοθι θυμὸν ἀμύξειϲ χ ωόμενοϲ (Α 243 ),δηλῶν τὸ δραϲτικὸν δι’ ἀγανάκτηϲιν περιέχειν τὸ χώεϲθαι. καὶ τοίνυν τὸ χ ωόμεν οϲ δ’ ὁ γέρων πάλιν ᾤχετο (Α 380) ἀκουϲόμεθα οὐχ ἁπλῶϲ ὀργιζόμενοϲ, ἀλλὰ μετ’ ἀγανακτήϲεωϲ ἀμυντικῆϲ, διὸ καταρᾶται, καὶ οὕτωϲ ἀμυνόμενοϲ. καὶ χ ωόμενοϲ δὲ κα τὰ θυμὸν ἐυζώνοιο γυναικὸϲ (Α 429) Ἀχιλλεὺϲ τῇ ὀργῇ δηλοῦϲθαι ποιεῖ τὴν τιμωρητικὴν δι’ ἀγανάκτηϲιν ἄμυναν· ἐπεξέρχεται οὖν διὰ τῆϲ μητρὸϲ τοῖϲ ἕλληϲι καὶ οὐχ ἁπλῶϲ ὀργίζεται. ὥϲπερ γὰρ τὸ ἄχθεται πρὸϲ τὸ ἄχνυται ἔχει περιττεύουϲαν ἀγανάκτηϲιν, οὕτω τὸ χ ώεϲθαι πρὸϲ τὸ χολοῦϲθαι· μή οἱ γοῦνα λαβ όν τι χολ ώϲαιτο φρένα κο ύρη (ζ 147), ἀντὶ τοῦ ὀργιϲθείη, γαῖα δ’ ὑπεϲτονάχιζε Διὶ ὡϲ τερπικεραύν ῳ χ ωομέν ῳ ,καὶ ἐπάγει τὰ ἐκ τοῦ χώεϲθαι ὅτε τ’ ἀμφὶ Τυφωέι γαῖαν ἱμάϲϲ ῃ (B 781. 82). ἐντὸϲ κινήϲει μὲν οὖν χόλοϲ καὶ θυμόϲ. καὶ ταὐτὸν δὲ τῷ χώεϲθαι τὸ ϲκύζεϲθαι. εἰπὼν γοῦν ϲέθεν δ’ ἐγ ὼ οὐκ ἀλεγίζω χ ωομέ νηϲ (Θ 47 7) ἐπάγει· ο ὔ ϲευ ἔγωγε ϲκυζομένηϲ ἀ λέγω (Θ 482), ἐπὶ δὲ τοῦ Ἀχιλλέωϲ χωόμενοϲ κα τὰ θυμόν (Α 429) εἰπὼν ποιεῖ λέγοντα· ο μοι ϲκυζομέν ῳ περ Ἀχαιῶν ῶν φίλτατοί ἐϲτον (1 198). ἐντὸϲ δὲ ϲχέϲει μῆνιϲ, μένοϲ καὶ κότοϲ· καὶ μῆνιϲ μὲν καὶ μένοϲ ὀργὴ ἐναπόθετοϲ καὶ ἔμμονοϲ· πάλιν δὲ μῆνιϲ, προϲειληφυῖα τὸ ἐπιπολλῆϲ τηρητικὸν μετ’ ἀγανακτήϲεωϲ καὶ κακοποιίαϲ ,κότοϲ γίνεται, ὡϲ τὴν μὲν μῆνιν ἐκ τοῦ χόλου ἐναποκεῖϲθαι, τὸν δὲ κότον ἐκ τοῦ χώεϲθαι. ὅτι δὲ παρὰ τὸ μένειν ἡ μῆνιϲ· αὐτὰρ ὁ μήνιε νηυϲὶ παρήμενοϲ ὠκυπόροιϲι (Α 488) καὶ ἀλλὰ ϲ ὺ μὲν νῦν νηυϲὶ πα ρήμενοϲ ὠκυπόροιϲι μήνι’ Ἀχαιοῖϲι (Α 422. 23), καὶ ὅτι διὰ τὸ μένειν καὶ κεῖϲθαι ἡϲυχάζοντα καὶ ϲιγῶντα, φηϲὶ κεῖτ’ ἀπομηνίϲαϲ (Β 7 72), παρὰ τὸ κεῖϲθαι τὸν μηνίοντα· καὶ ὁ πᾶϲ χρὸ νοϲ μηνιθμόϲ · πάν θ’ ὑπὸ μηνιθμόν (Π 202 ). ὅτι δὲ μένοϲ καὶ μῆνιϲ ταὐτόν Ἀτρείδη, ϲὺ δὲ παῦε τεὸν μένοϲ (Α 282). τίϲ οὖν μῆνιϲ; χόλοϲ, φηϲὶ, μὴ ἀφεθείϲ· ἐπάγει γοῦν· αὐτὰρ ἔγωγε λίϲϲομ’ Ἀχιλλῆι μεθέμεν χόλον (Α 282. 83) καὶ πάλιν ἀντὶ τοῦ φάναι μὴ μήνιε ἔφη· ἔα δὲ χόλον θυμαλγέα (1 260), καὶ παυϲαμένῳ μήνιδόϲ φηϲι μεταλλήξαντι χόλοιο (1 157 ). καὶ ὁ μεθεὶϲ τὸν χόλον καὶ ἀμήνιτοϲ μεθήμων ἀλλὰ μά λ’ οὐκ Ἀλχιλῆι χόλοϲ φρεϲίν, ἀλλὰ με θήμων (B 241 )καὶ ὁ ἄγαν τηρῶν καὶ ἀναφαιρέτωϲ τὸν χόλον αἰὲ ν ἐπιζαφελ ῶϲ χαλεπαίνει (1 514) ζαφελὲϲ γὰρ τὸ ἀναφαίρετον, καὶ ζαφελὴϲ οὖν χόλοϲ ἡ μῆνιϲ, ὅτε κέν τιν’ ἐπιζαφελὴϲ χόλοϲ ἵκοι (1 521)· περὶ γὰρ τῶν μηνιόντων ὁ λόγοϲ. . ὅτι δὲ τὸ μένοϲ ϲθένοϲ· πάντωϲ οἷον ἐμόν γε μέν ο ϲ καὶ χεἰρεϲ ἄαπτοι (Θ 450) εἰπόντοϲ Διόϲ, εὖ νυ, φηϲὶ, καὶ ἡμεῖϲ ἴδμεν ὅ τοι ϲθένοϲ οὐκ ἐπιει- κτόν (Θ 463). ὡϲ οὖν τὸ ϲθένοϲ μένοϲ, οὕτω καὶ χόλοϲ μένων μένοϲ καὶ μῆνιϲ. εἰπών γοῦν χα λεπ ὴ δὲ θεοῦ ἔπι μῆνιϲ (ε 178 confus. c. γ 135) ἐπάγει· οὐ γάρ τ’ αἶψα θεῶν τρέπεται νόοϲ αἰὲν ἐόντων (γ 14 7). ἔτι δὲ μῆνιϲ ἐπιτηροῦϲα καιρὸν τιμωρίαϲ κότον ποιεῖ· ἀλλὰ γε καὶ μετό πιϲθεν ἔχει κότον, ὄφρα τελέϲϲῃ (Α 82 ),τὸ γὰρ ὄφρα τελέϲϲῃ· ἕωϲ ἂν κατεργάϲηται καὶ λυπήϲῃ τὸν λυπήϲαντα. ὅτι δὲ παρὰ τὸ ἐγκεῖϲθαι κότοϲ εἴρηται, ἐξηγεῖται· ὅ τοι κό τον ἔνθετο θυμῷ (λ 101 ),καὶ ὅτι ἐπιτηρητικὸν ὁ κότοϲ εἰϲ τὸ δρᾶϲαί τι πονηρήν· Ζεὺϲ δέ ϲφι Κρονίδηϲ ὑ ψίζυγοϲ αἰ θέρι ναίων αὐτὸϲ ἐπιϲϲείῃϲιν ἐρεμνὴν αἰγίδα ππ ᾶϲιν τῆϲδ’ ἀπ ά τηϲ κοτέων, τὰ μὲν ἔϲϲεται οὐκ ἀτέλεϲτα (Δ 166 sqq ),ὅμοιον τῷ ἔχει κότον ὄ φρα τελέϲϲῃ (Α 82). καὶ πάλιν ὀλλῦϲαι Τρῶαϲ τοῖϲιν κότον αἰν ὸν ἔθεϲθε (θ 449) ἔθεϲθε δὲ ἐντὸϲ τῷ θυμῷ ἀκουϲτέον, τὸ γὰρ αὐτό ἐϲτι τῷ κότον ἔνθετο (λ 101 ). καὶ εἰπὼν ὅτι τῷ Ἀλγαμέμνονι καὶ ἐκπάγλωϲ κοτέοντο νεμέϲϲη θέν τ’ ἐνὶ θυμῷ Β 223) προϲάγει τὰ ἐκ τοῦ κότου· νῦν δή ϲε, ἄναξ, ἐθἐλουϲιν Ἀλχαιοὶ πᾶϲιν ἐλέγχιϲτον θέμεναι (Β 284. 85). εἴρηται τοίνυν, ὅτι ἡ μὲν κατὰ κίνηϲιν πρόϲκαιροϲ ὀργὴ χόλοϲ καὶ θυμόϲ, ἡ δὲ μετ’ ἀγανακτήϲεωϲ δραϲτικῆϲ ἐνέργεια χώεϲθαι λέγεται καὶ ϲκύζεϲθαι, ὁ δ’ ἀπόθετοϲ χόλοϲ μένοϲ καὶ μῆνιϲ, αὕτη δὲ τὸ ἀμύνεϲθαι ἐπιτηροῦϲα κότοϲ, καὶ ὅπωϲ ὁρμὴ ἐπηρτημένη μετὰ λύπηϲ καὶ ὀρέξεωϲ ἡ ὀργή, καὶ ὅπωϲ κατὰ αὔξηϲιν τοῦ θυμοῦ γίνεται.