Ancient Greek · ~2 min
I. ZHTHMATA CODICIS VATICANI.
Porphyrius, Zetemata codicis Vaticani κγ΄.
Not analysed yet
Ἦ δ ὴ ἀλιτρόϲ ἐϲϲι καὶ οὐκ ἀποφώλια εἰδώϲ (ε 182). ἀ λι τρόϲ ὁ ἀλιτήριοϲ, ἁμαρτωλόϲ, ἀποφ ώλια δὲ τὰ ἀπαίδευτα. πῶϲ οὖν ἁμαρτωλόϲ τε εἶ καὶ οὐκ ἀπαίδευτόϲ φηϲιν; ἀλλὰ λέγει· πάνυ ἥμαρτεϲ καὶ οὐκ ὢν ἀπαίδευτοϲ, ὡϲ εἰώθαμεν λέγειν· θαυμάζω, πῶϲ ϲοφὸϲ ὢν ἥμαρτεϲ. θαυμάζει δὲ καὶ ἡ Καλυψώ, πῶϲ ἀπιϲτεῖ ἑαυτῇ ταύτη cod. ὁ Ὀδυϲϲεύϲ, εἰ μὴ ὀμύϲει περὶ τῆϲ ἐκπομπῆϲ, καίπερ οὐκ ὢν ἄφρων καὶ γνώμηϲ θείαϲ εὐϲύνετοϲ καὶ ἐρώϲηϲ.