Ancient Greek
27
Posidippus Comic., Fragmenta 27
Unproofread scanNot analysed yet
ἰδιώτης μέγας αὐτοῖς ὁ Σεύθης. οἶδα δ’, ὦ βέλτισθ’, ὅτι ἀγαθοῦ στρατηγοῦ διαφέρειν οὐδὲν δοκεῖ. οἱ πολέμιοι πάρεισιν· ὁ βαθὺς τῇ φύσει στρατηγὸς ἕστηκεν, τὸ πρᾶγμ’ ἐδέξατο. πολέμιός ἐστι πῶς ὁ συμπίνων ὄχλος. κινεῖ γὰρ ἀθρόος οὗτος· εἰσελήλυθεν ἐκ πέντε καὶ δέχ’ ἡμερῶν προηλπικώς τὸ δεῖπνον, δρμῆς μεστός, ἐκλελυμένος, τηρῶν πότε ἐπὶ τὰς χεῖρας οἴσει τις. νόει ὄχλου τοιούτου φαχίαν ἡθροισμένην. Athenaeus 9, 377b καὶ περὶ ἑτέρου μαγείρου, ὄνομα δ’ ἐστὶ Σεύθης, ὁ αὐτὸς φησὶν ποιητὴς (Ποσείδιππος) οὕτως κτλ. 2. σευή- οὐδὲν A. 5. ἕστηκεν καὶ A. ἕστηκε C. καὶ del. (vel ἕστη καὶ) Casaub. 7. κινεῖ Grot.] πίνει AC. 8. προηλπικώς C] προσηλπικώς A. 9. ἐκλελεγμένος Mein. probabilius ἐκπεναμένος Cobet. N. l. 5. 10. ὅποτε