Ancient Greek
Fragment 2
Possis Hist., Fragmenta 2-2
Not analysed yet
Idem VII: Πόσσις δ' ὁ Μάγνης ἐν τρίτῳ Ἀμαζονίδος τῆς Ἀργοῦς φησι δημιουργὸν γενέσθαι τὸν Γλαῦκον, καὶ κυβερνῶντα αὐτὴν, ὅτε Ἰάσων μετὰ τῶν Τυρρηνῶν ἐμάχετο, μόνον ἄτρωτον γενέσθαι ἐν τῇ ναυμαχίᾳ· κατὰ δὲ Διὸς βούλησιν ἐν τῷ τῆς θαλάττης βυθῷ φανῆναι, καὶ οὕτως γενέσθαι θαλάττιον δαίμονα, ὑπὸ μόνου τε Ἰάσονος θεωρηθῆναι.