Ancient Greek · ~2 min
Fragment 1
Pratinas Trag., Fragmenta 1
Not analysed yet
τίς ὁ θόρυβος ὅδε; τί τάδε τὰ χορεύματα;
τίς ὕβρις ἔμολεν ἐπὶ Διονυσιάδα πολυπάταγα θυμέλαν;
ἐμὸς ἐμὸς ὁ Βρόμιος, ἐμὲ δεῖ κελαδεῖν, ἐμὲ δεῖ παταγεῖν
ἀν' ὄρεα σύμενον μετὰ Ναϊάδων
οἷά τε κύκνον ἄγοντα ποικιλόπτερον μέλος.
τὰν ἀοιδὰν κατέστασε Πιερὶς βασίλειαν· ὁ δ' αὐλὸς
ὕστερον χορευέτω· καὶ γάρ ἐσθ' ὑπηρέτας.
κώμωι μόνον θυραμάχοις τε πυγμαχίαισι νέων θέλοι παροίνων
ἔμμεναι στρατηλάτας.
παῖε τὸν φρυνεοῦ ποικίλου πνοὰν ἔχοντα,
φλέγε τὸν ὀλεσισιαλοκάλαμον
λαλοβαρύοπα παραμελορυθμοβάταν
ὑπαὶ τρυπάνωι δέμας πεπλασμένον.
ἢν ἰδού· ἅδε σοι δεξιᾶς καὶ ποδὸς διαρριφά·
θρίαμβε διθύραμβε κισσόχαιτ' ἄναξ,
<ἄκου'> ἄκουε τὰν ἐμὰν Δώριον χορείαν.