Ancient Greek
383.1 to 384.4
Priscus, Testimonia 383.1-384.4
Unproofread scanNot analysed yet
ΙΣΤΟΡΙΑ ΒΥΖΑΝΤΙΑΚΗ. Suidas: Πρίσκος, Πανίτης, σοφιστής, γερονὼς ἐπὶ τῶν χρόνων Θεοδοσίου τοῦ μικροῦ· ἔγραψεν Ἱστορίαν Βυζαντιακὴν καὶ τὰ κατὰ Ἀττίλαν (Ἀτταλον codd.) ἐν βιβλίοις ὀκτὼ Μελέτας τε ῥητορικὰς καὶ Ἐπιστολάς. Euagrius Hist. eccles. I, 17: Ἐν τούτοις τοῖς χρόνοις ὁ πολὺς τῷ λόγῳ πόλεμος ἐνεκίνητο Ἀττίλα τοῦ τῶν Σκυθῶν βασιλέως, ὃν περιέργως καὶ ἐς τὰ μάλιστα λογίως Πρίσκος ὁ ῥήτωρ γράφει, μετὰ πολλῆς τῆς κομψείας διηγούμενος ὅπως τε κατὰ τῶν ἐξῶν καὶ ἐσπερίων ἐπεστράτευσε μερῶν οἷας τε καὶ ὅσας πόλεις ἐλὼν κατήγαγε καὶ ὅσα πεπραχὼς τῶν ἐντεῦθεν μετέστη. Idem II, 16: Ἐκ πρεσβείας δὲ τῶν ἐσπερίων Ῥωμαίων Ἀνθέμιος βασιλεὺς τῆς Ῥώμης ἐκπέμπεται, ᾧ Μαρκιανὸς ὁ πρῶην βεβασιλευκὼς τὴν οἰκείαν κατηγγύησε παῖδα. ἐκπέμπεται δὲ στρατηγὸς κατὰ Γιζερίχου Βασιλίσκος ὁ τῆς Λέοντος γυναικὸς Βηρίνης ἀδελφὸς μετὰ στρατευμάτων ἀριστίνδην συνειλεγμένων. ἄπερ ἀκριβέστατα Πρίσχῳ τῷ ῥήτορι πεπόνηται, ὅπως τε δόλῳ περιελθὼν ὁ Λέων, μισθὸν ὡσπερ ἀποδιδούς τῆς ἐς αὐτὸν προαγωγῆς, ἀναιρεῖ Ἄσπαρα τὴν ἀρχὴν αὐτῷ περιθέντα, παίδας τε αὐτοῦ Ἀρδαβούριον καὶ Πατρικίων, ὧν Καίσαρα πεποίητο πρότερον, ἵνα τὴν Ἄσπαρος εὐνοιαν κτήσηται.