Ancient Greek
Poem 2
Proclus Phil., Epigrammata 2
Not analysed yet
Ῥηγίνου μελάθροισι τὸν εὐαστὴν Διόνυσον
δέρκεο, δεξιτερῇ χειρὶ κυπελλοφόρον,
ξανθὴν μὲν σφίγγοντα καρήατος αἴθοπι κισσῷ
χαίτην καὶ λαιῇ θυρσοφόρον παλάμῃ,
βαπτὰ δὲ πέπλα φέροντα κατὰ χροὸς αἵματι κόχλου
καὶ στικτὴν νεβρίδων ἀμφικρεμῆ χλαμύδα.
αὐτὸν Βάκχον ἄνακτα δόμων ἔντοσθε δέδορκας
εὐξείνων, εὐχαῖς ἵλαον ἑσταότα.