Ancient Greek
1.103.5
Proclus Phil., In Platonis Timaeum Commentaria 1.103.5
Unproofread scanNot analysed yet
D καὶ πανταχοῦ τὸ ἀνάλογον ἐν τάξει πρόθεσιν ἄχρι τῶν ἐσχά- 20 των. ἐπεὶ καὶ τὸ λάθρα μηχανάσθαι τοὺς ἄρχοντας τοῦτο τὴν ἐν ἀφανεῖ παρὰ τοῖς θεοῖς οὖσαν τῆς τοιαύτης συναγωγῆς τῶν γενῶν αἰτίαν ἰκανῶς ἀπεικονίζεται, γιγνομένης μὲν ἐκεῖθεν πρώτως, δευτέρως δὲ καὶ ἀπὸ τῆς ἑκάστου τάξεως, ἣν ὁ κλῆρος ἐνδείκνυται, τὸ συνδετικὸν ἔχων ἀπὸ τῆς ὁμοιό- 25 τητος τῆς ζωῆς, καθ' ἣν ἕκαστον τῷ ὁμοίῳ συντέτακται, τῷ μὲν θείῳ τὸ θεῖον, τῷ δὲ ἐνύλῳ τὸ ἐνύλον, τῷ δὲ μέσῳ τὸ μέσον. καὶ διὰ τοῦτο πᾶσα στάσις ἐξήρηται τῶν θείων καὶ διχονοία, τὸ οἰκεῖον ἑκάστου στέργοντος κατὰ τὴν ἑαυτοῦ τάξιν καὶ αὐτοφυὴ ταύτην ὁρῶντος καὶ οὐκ ἐπεισοδιώδη 30