Ancient Greek
1.105.4
Proclus Phil., In Platonis Timaeum Commentaria 1.105.4
Unproofread scanNot analysed yet
Καὶ ταῦτα τῶν ἐκεῖ διωρισμένων ἐστὶ, πολλῷ δὲ πρότερον ἐν τῷ παντὶ γίνεται. τῶν γὰρ παραγομένων ὑπὸ τῶν 15 θεῶν καὶ δαιμόνων τὰ μὲν ἐν αὐτοῖς μένει, γένη καθαρὰ καὶ πόρρω γενέσεως, ἃ καὶ ἄχραντα διὰ τοῦτο καλεῖται, τὰ δὲ κάτεισιν εἰς γένεσιν, οὐ δυνάμενα ἐν οὐρανῷ μένειν ἀκλινῶς. καὶ τὰ μὲν ἐστιν ἐξ ἀγαθῶν, τὰ δὲ ἐκ τῶν χειρόνων· τὸ γὰρ κακὸν τοῦ χειρονὸς ἐστὶ δηλωτικόν. εἰσὶ δὴ 20 Β οὖν θεῶν μὲν ἵπποι τε καὶ ἡνίοχοι πάντες ἀγαθοί, τὰ δὲ τῶν ψυχῶν τῶν μερικῶν μεμιγμένα. διὸ δὴ καὶ ὁπη καὶ νεῦσις καὶ πτερορρύσις ἐν ταύταις, ὡς καὶ πέμπουσιν εἰς γένεσιν οἱ ἐν οὐρανῷ καὶ δαίμονες τῶν καθόδων προϊστάμενοι τῶν ψυχικῶν. τὰ τε οὖν οὐράνια ψυχῶν 25 γένη καὶ ἄχραντα τρέφεται συνεπόμενα τοῖς θεοῖς ἐπὶ δαῖτά τε καὶ θοίνην, ὡς ἐν Φαίδρῳ [247A] λέγεται, καὶ τὰ γενεσιουργὰ κοινωνεῖ τῇ γενέσει πεμπόμενα ἐκεῖθεν·