Ancient Greek
1.106.4
Proclus Phil., In Platonis Timaeum Commentaria 1.106.4
Unproofread scanNot analysed yet
Ἐν μὲν τῇ Πολιτείᾳ [III 415BC] ποιεῖται μετάστασιν οὐ μόνον ἀπὸ τῶν ἄνωθεν διαδοθέντων εἰς τὴν κάτω πόλιν, ἀλλὰ καὶ τῶν ἐκεῖ τεχθέντων ὑποχρύσων, ἐνταῦθα δὲ ἀπὸ κατεληλυθότων ποιεῖται τὰς ἀναγωγὰς. πῇ ποτε οὖν ταῦτα C συμφωνήσειεν ἂν ἀλλήλοις; ἢ τάχα μὲν καὶ τήνδε τὴν λέξιν συμβιβάζειν πρὸς τὰ ἐκεῖ διωρισμένα δυνατόν, εἰ μὴ τὸ ἐπανξανομένων ἐπὶ μόνων τῶν καταπεμφθέντων ἄνωθεν ἀκούσειας, ἀλλ’ ἐπὶ πάντων τῶν κάτω τρεφομένων· αὐξανομένων γὰρ τῶν κάτω τικτομένων ἀπλῶς ἢ κάτω γενομένων ἄνωθεν σκοπεῖν τὰς φύσεις αὐτῶν, ποῖαί τινές εἰσι, καὶ οὕτως ἐπανάγειν τοὺς ἀξίους. εἰ δὲ καὶ ὡς ἐξ ἀρχῆς εἴπομεν ἀκούειν ἐθέλοις, ὅητέον, ὅτι τὸ πρὸς τὰ προκείμενα συνῆκον ὁ Σωκράτης νυνὶ παρέλαβεν· αἱ γὰρ κατελθοῦσαι ψυχαὶ πάλιν ἀνίασιν, οὐχ ὅσαι τὴν ὑπόστασιν ἐξ ἀρχῆς εἶχον ἐν τῇ γενέσει καὶ περὶ τὴν ὕλην, οἷαι δή εἰσιν αἱ πολλαὶ τῶν ἀλόγων. ταῦτα μὲν περὶ τῆς λέξεως. ὅρα δὲ ὅπως τὰ αὐτὰ καὶ ἐν τοῖς ὅλοις ἐστίν, ὅπερ ὁ Σωκράτης ἐν τῇ ἑαυτοῦ Πολιτείᾳ διατάττεται. τὰ μὲν ἀεὶ τὴν αὐτὴν ἐν οὐρανῷ τάξιν ἔχει, θεία τε καὶ ἄτρεπτα μένοντα, τὰ δὲ ἀεὶ περὶ τὴν γένεσιν δέδυνκε, τὰ δὲ μέσα πῶς ἐστιν ἀμφοτέρων, οὔτε μὲν ἐκείνων ἐξηρημένα τῶν θείων, D οὔτε δὲ ἐπιμυγμένα τοῖς τὴν γένεσιν ἀσπαζομένοις. οὐχ ἔστιν οὖν τὸ δαιμόνιον γένος τὸ ἀνατασσόμενον ἢ κατατασσόμενον οὔδ’ αἱ πολυειδεῖς ζωαὶ οὔδ’ οἱ θάνατοι περὶ τοὺς