Ancient Greek
1.123.3
Proclus Phil., In Platonis Timaeum Commentaria 1.123.3
Unproofread scanNot analysed yet
Κριτίαν δὲ πον πάντες οἱ τῆδε ἴσμεν οὐδενὸς ἰδιώτην ὄντα ὧν λέγομεν [20 A]. Ὁ Κριτίας ἦν μὲν γενναίας καὶ ἀδράς φύσεως, ἥπτετο 20 δὲ καὶ φιλοσόφων συνουσιῶν καὶ ἐκαλεῖτο ἰδιώτης μὲν ἐν φιλοσόφοις, φιλόσοφος δὲ ἐν ἰδιώταις, ὡς ἡ ἱστορία φησίν. ἐτυράννευσε δὲ καὶ αὐτὸς εἰς τῶν τριάκοντα γενόμενος. ἀλλ’ οὐ δίκαιον διὰ τοῦτο τῷ Σωκράτει ἐγκáleiv, ὅτι νῦν 25 ἐπαίνου τινὸς αὐτὸν ἡξιώσε. πρῶτον μὲν γὰρ ὅπως ἐπῆνεσε, προσεκτέον· ὅτι οὐδενὸς ἰδιώτης ἐστὶν ὧν λέγομεν διὰ τε τὴν φύσιν καὶ τὴν περὶ τὰς φιλοσόφους συνουσίας διατριβήν. ἔπειτα ὅτι καὶ αὐτὸ τὸ τυραννικὸν εὐφυΐας ἐστὶ τεκμήριον, ὡς οὖν Πολιτεία [X 619 BC] διδάσκει μὴ- 30