Ancient Greek
1.124.3
Proclus Phil., In Platonis Timaeum Commentaria 1.124.3
Unproofread scanNot analysed yet
Ὁ Ἐρμοκράτης Συρακοσίου ἐστι στρατηγὸς κατὰ νόμον ζῆν ἐφιέμενος· διὸ καὶ πολιτικῆς πῶς μετεῖχε καὶ φιλοσοφίας· ἔοικεν οὖν καὶ οὗτος κατὰ ἀναλογίαν τῇ τρίτῃ δημιουργίᾳ· τὸ τε γὰρ στρατηγικὸν οἰκεῖόν ἐστι τῷ τὰ ἔσχατα τῆς κοσμοποιίας καὶ ἀτακτότατα τάττειν, καὶ τὸ ὑπὸ τῶν πολλῶν μαρτυρεῖσθαι τῷ εἰς πλήθος πᾶν καὶ τὸν ἔσχατον μερισμὸν προάγοντι τὴν ποίησιν. ἡμεῖς μὲν οὖν οὕτω τάττομεν, ἵνα καὶ πρὸς τὰ πράγματα ἀναλογίαν ἔχωσιν οἱ ἄνδρες. ἄλλοι δὲ τὸν Κριτίαν τοῦ Ἐρμοκράτους ὡς ὑφει-