Ancient Greek
1.128.3
Proclus Phil., In Platonis Timaeum Commentaria 1.128.3
Unproofread scanNot analysed yet
Θαυμαστήν ἂν εὑροῖς ἐν τούτοις ὡς ἐν εἰκόσι τῶν θείων ἔνδειξιν· ὡς γὰρ ἐν ἐκείνοις τὰ δεύτερα τὰς τῶν πρώτων ἐκκαλεῖται γονίμους δυνάμεις καὶ προσάγει πρὸς τὴν τῶν διοικουμένων πρόνοιαν, οὕτω καὶ ἐν τούτοις ὁ Ἐρμοκράτης καὶ τὸν Κριτίαν εἰς τὸ λέγειν προκαλεῖται καὶ τῷ Σωκράτει πληροῖ τὴν ὑπόσχεσιν. καὶ ὡς ἐν ἐκείνοις ἐπιστρέφει τὰ αἰτιατὰ πρὸς τὴν τῶν αἰτίων ἀντοχήν, οὕτως ἐν τούτοις ὁ μὲν Ἐρμοκράτης εἰς τὸν Κριτίαν ἀποτείνεται, οὗτος δὲ εἰς τὴν Σωκράτους ἐπίταξιν ἀποβλέπει. καὶ ὡς ἐν ἐκείνοις πάντα τὰ δημιουργικὰ αἴτια τοῦ ἑνὸς ἐξήρτηται πατρὸς καὶ τῷ ἐκεῖνου βουλήματι πάντα κυβερνᾷ, τὸν αὐτὸν τρόπον καὶ ἐνταῦθα πάντες ἐπὶ τὸν Τιμαίων καταφεύγουσι καὶ τὴν τοῦ Τιμαίου νεῦσιν ἢ ἐπίνευσιν ἢ βούλησιν, ἣν ἐξ ἐκείνης οἷον ἐκ ῥίζης ὁρμηθέντες κατὰ νοῦν αὐτῷ διαθῶσι τὸν λόγον· οὕτω γὰρ ἂν καὶ συντελέσῃ πρὸς τὴν ὅλην κοσμοποιίαν τὰ μέλλοντα λέγεσθαι. καὶ μὴν καὶ τὸ ἐκ παλαιᾶς ἀκοῆς, εἰ μὲν ἱστορικὸς ὁ λόγος, τὸ κατὰ χρόνον σημαίνει παλαιόν, εἰ δὲ ἔνδειξις ἐστι τῶν ἐν τῷ παντὶ γιγνομένων, τοὺς ἐξ ἀμδίου ταῖς ψυχαῖς ἐνυπάρχοντας λόγους αἰνίσσοιτο ἂν· εἰ δὲ καὶ τῶν θείων αἰτίων εἰκόνα φέρει, δείκνυσιν, ὅτι ταῦτα τὰ δημιουργικὰ αἴτια πληρούμενα ἄνωθεν ἀπὸ τῶν πρεσβυτάτων θεῶν μεταδίδωσι καὶ τοῖς δευτέροις τῆς ἑαυτῶν προνοίας.