Ancient Greek
1.135.2
Proclus Phil., In Platonis Timaeum Commentaria 1.135.2
Unproofread scanNot analysed yet
παιδες ἐγένοντο Σόλων καὶ Δρωπίδης, καὶ Δρωπίδου μὲν Κριτίας, οὐ μνημονεύει καὶ Σόλων ἐν τῇ ποιήσει λέγων· εἰπέμεναι Κριτῇ ξανθότριχι πατρὸς ἀκούειν· οὐ γὰρ ἀμαρτινόφ πείσεται ἡγεμόνι· Κριτίου δὲ Κάλλαισχος καὶ Γλαύκων, Καλλαισχοῦ δὲ αὐ 5 Κριτίας οὗτος· δηλοῖ δὲ ὁ ἐν Χαρμίδῃ [154 A] Κριτίας τὸν Γλαύκωνα, τὸν Χαρμίδου πατέρα, θεῖον ἑαυτοῦ καλῶν. Γλαύκωνος δὲ Χαρμίδης καὶ Περικτιώνη, τῆς δὲ δή Περικτιώνης ὁ Πλάτων· ὥστε ὁ Γλαύκων Κριτίου θεῖος ἦν, ἀνεψιὸς 26 δὲ Χαρμίδης, θεῖος δὲ Πλάτωνος, Σόλων δὲ ἀδελφὸς τοῦ 10 ἐπιπάππου Κριτίου. τὸ μὲν οὖν ἀληθὲς τοιούτον. ὁ δὲ γε θεῖος Ἰάμβλιχος ἄλλως πως παραδίδωσι τὴν τοῦ γένους διαδοχήν· αὐτόθεν γὰρ τοῦ Δρωπίδου παῖδα τὸν Γλαύκωνα ποιεῖ. ἄλλοι δὲ Καλλαισχοῦ Κριτίαν καὶ Γλαύκωνα παῖδας λέγουσιν, ὥσπερ καὶ Θέων ὁ Πλατωνικός. 15 καίτοι ἐν Χαρμίδῃ φησὶν ὁ Κριτίας, ὅτι παῖς ἐστι Χαρμίδης Γλαύκωνος, τοῦ ἡμετέρου θείου, καὶ τοῖς ὀήμασιν οὕτωσὶ λέγων· ἀνεψιὸς δὲ ἐμός. οὐτ’ ἄρα Δρωπίδου νιὸς ὁ Γλαύκων οὔτε Κριτίου τοῦ νεωτέρου ἀδελφός. ἀλλὰ τοῦτῶν ἄδην· διαφέρει γὰρ οὐδὲν ἀνδρὶ τῶν πραγμάτων φρον- 20 τίζοντι ταῦτα ὅπως ἂν ἔχῃ. λάβοις δ’ ἂν ἐκ τούτων ὡς εἰκόνων εἰς τὰ πράγματα μετιών, ὅτι πᾶσα τοῦ κόσμου διάστασις καὶ αἱ ἐν αὐτῷ διτταὶ συστοιχίαι καὶ προσεχῶν αἰτίων δημιουργικῶν ἐξήρτηνται καὶ εἰς ἄλλας αἰτίας νοερωτέρας ἀναπέπτονται καὶ πρεσβυτέρας, καὶ ὅτι τὰ αἴτια τῆς κινή- 25 B σεως ταύτης συνεχῆ ἐστι καὶ ἡνωμένα καὶ ἀφ’ ἑνὸς ἡρτημένα, καὶ ὅτι πρεσβύτερα τῇ νοήσει τὰ ἄνωτέρω, καὶ ὡς παραδέχεται τὰ δεύτερα τὴν τῶν πρώτων ποίησιν καὶ διαφέρει τε αὐτῶν καὶ κοινωνίαν ἔχει πρὸς αὐτὰ ὁμοφυῆ. πρὸς δὲ τούτοις, ὅτι λήθη διχῶς γίνεται ταῖς ψυχαῖς τῶν ὅλων 30