Ancient Greek
1.135.7
Proclus Phil., In Platonis Timaeum Commentaria 1.135.7
Unproofread scanNot analysed yet
om CP συστοιχεῖαι διτταὶ P καὶ τῆς τῶν ὅλων θεωρίας μεγάλων ὄντων καὶ θαυμαστῶν, ἢ τῷ πολὺν χρόνον ἀφεστάναι τῆς τοιαύτης ζωῆς, ἢ διὰ τὸ ἄγαν πεσεῖν εἰς τὴν γένεσιν· τοῦτο γὰρ ἐστὶ τὸ φθαρναι τὸν ὄντως ἄνθρωπον· αἱ δὲ νεοτελεῖς ψυχαὶ καὶ μνήμην 5 ἔχουσαι τῶν ἐκεῖ τῷ μὴ δύναι κατὰ τῆς ὥλης ὁδῶς ἀναμιμνήσκονται τῆς ἀληθείας. καὶ ταῦτα μὲν ταύτῃ διατακτέον. εἰ δὲ οἰκεῖον ἀπλῶς τὸν Σόλωνα κέκληκεν, οὐ δεῖ θαυμάζειν· ἔλεγον γὰρ οἰκείους οὐ μόνον τοὺς συνήθεις, ἀλλὰ καὶ τοὺς συγγενεῖς. προσκείμενον δὲ καὶ τὸ σφόδρα 10 φίλος ἐνδείκνυται τὸ μὴ ψιλὴν εἶναι τοῦ γένους κοινωνίαν, ἀλλὰ ταυτότητα καὶ ὁμοιότητα ζωῆς ἐν τοῖς ἀρχηγέταις τῆς τοῦ Πλάτωνος γενέσεως. γέροντα δὲ τὸν πρότερον Κριτίαν ἐκάλεσε τὸ ἔμφρον αὐτοῦ σημαίνων καὶ νοερὸν καὶ πρὸς τὰ πολλὰ μαθήματα οἰκεῖον.