Ancient Greek
1.136.3
Proclus Phil., In Platonis Timaeum Commentaria 1.136.3
Unproofread scanNot analysed yet
Λογγῖνος μὲν ἠπόρει, τί ποτε βούλεται τῷ Πλάτωνι 20 τούτου τοῦ διηγήματος ἡ παράθεσις· οὔτε γὰρ ὡς διαναπαύων τοὺς ἀκροατάς, οὔτε ὡς δεόμενος αὐτοῦ πεποίηται τὴν μνήμην· καὶ ἔλυσε ὡς ὤφει λέγων, ὅτι πρὸ τῆς φυσιολογίας παρέλαβεν αὐτὸ ψυχαγωγῶν τὸν ἀκροατὴν καὶ τὸ τῆς ἐρμηνείας ἐκείνης αὐχμηρὸν προθεραπεύων διὰ τῆς τοῦ- 25 του παραθέσεως. Ὀριγένης δὲ πεπλασθαι μὲν ἔλεγε τὸ διήγημα καὶ τοσοῦτόν γε συνεχάρει τοῖς ἄμφι τὸν Νομὴνιον, οὐ δι’ ἡδονὴν δὲ πεπλασθαι μηχανημένην κατὰ τὸν Λογγῖνον· αἰτίαν δὲ οὐ προσετίθει τοῦ πλάσματος. ἡμεῖς δὲ ὅτι πρὸς τὴν ὅλην συντελεῖ θεωρίαν τῆς φύσεως πολ- 30 λάκις εἴπομεν, καὶ δὴ καὶ ἐν τούτοις φαμέν τοῖς ῥήμασιν, ὅτι τὸν ἕνα καὶ κοινὸν λόγον τῶν ἐν τῷ κόσμῳ διττῶν