Ancient Greek
1.140.4
Proclus Phil., In Platonis Timaeum Commentaria 1.140.4
Unproofread scanNot analysed yet
Τρία ταῦτα παραλαμβάνεται πρόσωπα τὴν ἱστορίαν ἢ 20 μυθολογίαν διασωσάμενα ταύτην, ὁ Σόλων, ὁ Κριτίας ὁ παλαιός, ὁ νέος οὗτος Κριτίας, διότι τέλεια προηγεῖται τὰ αἴτια τῆς κοσμοποιίας καὶ τελειουργιὰ τῶν διοικουμένων. ἀλλὰ παρὰ μὲν τοῦ Σόλωνος διακῆκοεν ὁ Κριτίας, εἰς ἀφ’ ἑνός, παρὰ τούτου δὲ δύο, Κριτίας καὶ Ἀμυνανδρος, παρὰ 25 τούτου δὲ τοῦ Κριτίου τρεῖς· διὰ γὰρ δυάδος ἢ μονὰς πρόεστιν ἐπὶ τὴν τελειουργὸν τῶν ὅλων πρόνοιαν. ἔχουσι δὲ καὶ οἱ τῶν ἔτων ἀριθμοὶ πολλὴν οἰκειότητα πρὸς τὰ πράγματα· ἢ τε γὰρ δεκάς τὴν ἐπιστροφὴν πάντων δηλοῖ τῶν ἐγκοσμίων τὴν ἐπὶ τὸ ἐν, καὶ ἡ ἐνενηκοντὰς τὴν μετὰ τῆς 30 προόδου πρὸς τὴν μονάδα πάλιν ἀποκατάστασιν, ἀμφότεροι