Ancient Greek
1.141.3
Proclus Phil., In Platonis Timaeum Commentaria 1.141.3
Unproofread scanNot analysed yet
Ἡ δὲ Κουρεώτις ἡμῖν ἐτύγχανεν οὕσα Ἀπατου-ρίων. ἕως τοῦ· πολλοὶ τῶν παίδων ἡσάμεν [21 B]. 10 Τὰ Ἀπατούρια ἑορτὴ τις ἦν εἰς Διόνυσον ἐπὶ τῇ Μελ-άνθου καὶ Ξάνθου τοῦ Βοιωτοῦ μονομαχίᾳ, καὶ νίκη τοῦ Μελάνθου δι’ ἀπάτης, Βοιωτῶν καὶ Ἀθηναίων ὑπὲρ Οἰνόης πολεμούντων ἀλλήλοις. ἐπετελεῖτο δὲ ἐν ἡμέραις τρισίν, ὧν πρώτη μὲν ἐκαλεῖτο Ἄναρρυσις, διότι πολλαὶ θυσίαι ἐν αὐτῇ 15 ἐδρῶντο, τὰ δὲ θύματα ἐκάλουν ἀναρρύματα, ἐπεὶδ’ ἀνελκό-μενα καὶ ἐρυόμενα ἄνω ἐθύνετο. ἡ δὲ δευτέρα Δορπία· εὐωχίαι γὰρ ἐν αὐτῇ καὶ δεῖπνα πολλά. ἡ δὲ τρίτη Κουρεώτις· ἐν ταύτῃ γὰρ τοὺς κοῦρους ἐνέγραφον εἰς τοὺς φράteras τριετέας ἢ τετραετέας ὄντας. ἐν δὲ τῇ ἡμέρᾳ ταύτῃ καὶ τῶν παίδων 20 οἱ ἐντρεχέστεροι ποιήματα ἄττα ἤδον, καὶ ἐκράτουν ἄλλοι ἄλλων οἱ μνήμην πλειόνων ἔχοντες· ἐγραψφόδουν γὰρ τὰ τῶν παλαιῶν. περὶ δὲ τῶν φράτερων τοσοῦτον ἰστέον, ὅτι F τῶν φυλῶν μετὰ μὲν Ἰωνα τεσσάρων γενομένων, ἀπὸ δὲ Κλεισθένους δέκα, μετὰ δὲ ταῦτα δώδεκα, τῶν φυλῶν ἐκά- 25 στη διηρέθη εἰς τρία, καὶ ἐκλήθη τριττύς τὸ τρίτον τῆς