Ancient Greek
1.143.4
Proclus Phil., In Platonis Timaeum Commentaria 1.143.4
Unproofread scanNot analysed yet
Πάλιν ἐν τούτοις οἱ μὲν τῆς λέξεως φιλοθεάμονες ἐπισημαίνονται τοῖς αὐτῶν ἐρασταῖς, ὅτι Σόλωνος ἐπαινεῖ τὴν ποίησιν ὁ Πλάτων ἀσφαλῶς ἰδιώτῃ τὸν ἔπαινον ἀναθεὶς καὶ εἰς χάριν ἄλλων, ἀλλ’ οὐ κατὰ νοῦν λέγουσι καὶ λόγον· εἴπερ γὰρ τις ἄλλος καὶ ποιητῶν ἀρίστος κριτὴς ὁ Πλάτων, ὡς καὶ Λογγῖνος συνίστησιν. Ἡρακλείδης γοῦν ὁ Ποντικὸς φησιν, ὅτι τῶν Χοιρίλου τότε εὐδοκιμοῦντων Πλάτων τὰ Ἀντιμάχου προὔτιμησε καὶ αὐτὸν ἔπεισε τὸν Ἡρακλείδην εἰς Κολοφῶνα ἐλθόντα τὰ ποιήματα συλλέξαι τοῦ ἀνδρός. μάτην οὖν φληναφῶσι Καλλίμαχος καὶ Δοῦρις ὡς Πλάτανος οὐκ ὄντος ἱκανοῦ κρίνειν ποιητάς· δηλοῖ γοῦν αὐτοῦ καὶ τὰ προκείμενα τὴν φιλόσοφον κρίσιν. καὶ ταῦτα ἱστορικώτερα θεῖη τις ἂν. ὁ δὲ τῶν πραγμάτων ἐξεταστὴς ἀξιώσει εἰπεῖν ἡμᾶς, ὅπως πάντα τὰ αἴτια τῆς διακοσμῆσεως