Ancient Greek
1.147.3
Proclus Phil., In Platonis Timaeum Commentaria 1.147.3
Unproofread scanNot analysed yet
Ἐν δὴ τούτοις ὁ μὲν Λογγῖνος ἐλλείπειν οἴεται τὴν λέξιν· τὸ γὰρ δικαιοτάτ' ἂν προσδεῖν τοῦ νομισθείσης, διότι τοῦτο ἀπαιτεῖται ἐν τῷ ἐφεξῆς, ἀλλ' οὐ τὸ οὐσης. οὐ συνῆκε δέ, φησιν ὁ Πορφύριος, ὅτι διὰ τὸ εἶναι μὲν μεγίστην τὴν πράξιν, μίπτω δὲ ὀνομαστήν, προσέθηκε τὸ δικαιοτάτ' ἂν ὀνομαστοτάτην εἶναι. ἡμεῖς δὲ τῶν πραγμάτων ἀντεχόμενοι λέγομεν, ὅτι μεγίστην μὲν ἐκάλεσε τὴν πράξιν τὴν εἰκόνα φέρουσαν τῆς ὅλης ἐναντιώσεως ὡς πανταχοῦ διατεινούσαν, ὀνομαστοτάτην δὲ ὡς εἰς τὴν ἐμφανῆ δημιουργίαν συντελοῦσαν· οὕτω γὰρ καὶ παρ' Ὀφρεί [frg. 83] τὰ τῆς φύσεως ἔργα κλυτὰ προσαγορεύεται.