Ancient Greek
1.150.2
Proclus Phil., In Platonis Timaeum Commentaria 1.150.2
Unproofread scanNot analysed yet
συστοιχίας ταῖς ἐκ μιᾶς ῥίζης ἄχρι τῆς γενέσεως προιοῦσαις, ὧν ὑποδοχὴ ἡ γένεσις, ὡς γίνεσθαι τριγώνων ἐκ τε ἐκείνων καὶ τῆς κοινῆς αὐτῶν ὑποδοχῆς, εἰς ἣν συρρέουσι ν. ὁ δὲ Σαϊτικὸς νομὸς μεγάλη μοῖρα τοῦ Δέλτα καὶ μεγάλης τῆς κατ’ οὐρανὸν μετέχει μερίδος. ἡ γοῦν Σάις ἱερατικῶς αὐτοῖς εἰς τὴν Ἄρκτον ἀναπέμπεται, οὐχ ὅτι ὑπ’ αὐτὴν κεῖται οὐδὲ διὰ ψυχρότητα, ἀλλ’ ὡς μετέχουσα τινος ἰδίας ἀπορροίας τῆσδε τῆς θεοῦ, διὸ καὶ ἀκινήτος ἐστιν ὑπὸ σεισμῶν, διὰ τὸν περὶ τὸν πόλον τόπον δεξαμένη τὴν ἐδραῖαν στάσιν.