Ancient Greek
1.150.4
Proclus Phil., In Platonis Timaeum Commentaria 1.150.4
Unproofread scanNot analysed yet
Ὁ μὲν νομὸς ἀπὸ τοῦ νενομῆσθαι τὴν γῆν αὐτοὺς ἔσχε τὴν ἐπωνυμίαν· οὕτω γὰρ ἐκάλουν Αἰγύπτιοι τὰς διαορέσεις τὰς κατὰ μεγάλα τῆς Αἰγύπτου νομούς. ἀπὸ δὲ τῆς πόλεως ὁ σύμπας ὀνόμασται νομὸς Σαϊτικὸς, ὥσπερ ἀπὸ τῆς Σεβεννύτου Σεβεννυτικὸς καὶ ἀπὸ τοῦ Κανώβου Κανωβικός. ὁ δὲ αὐ Ἄμασις παρεῖληπται νῦν ἀνάλογον τῷ Σόλωνι· καὶ γὰρ ἐκεῖνος παρὰ πάντας τοὺς βασιλέας σοφίας καὶ δικαιοσῦνης ἐπεμελήθη. ἔστι δὴ οὖν τῷ Σόλωνι σύζυγος καὶ τοῦτο ὧν πρὸς αὐτόν, ὅπερ ἡ πόλις πρὸς τὴν πόλιν, ἵν’ ὡς ἐκ μιᾶς μονάδος τῆς θεοῦ τὰς τε πόλεις καὶ τοὺς ἄνδρας κεκοσμημένους θεάσῃ καὶ ἀπὸ τῶν τελειοτέρων ἀεὶ τὰ δεύτερα τελειούμενα. τοὺς δὲ Ἄθηναίους Καλλισθένης μὲν καὶ Φανόδημος πατέρας τῶν Σαϊτικῶν ἱστοροῦσι γενέσθαι, Θεόπομπος δὲ ἀνάπαλιν ἀποίκους αὐτῶν εἶναι φησιν· Ἄττικὸς δὲ ὁ Πλατωνικὸς διὰ βακανίαν φησὶ D