Ancient Greek
1.157.3
Proclus Phil., In Platonis Timaeum Commentaria 1.157.3
Unproofread scanNot analysed yet
Ἀνάλογον οὖν ταῦτα καὶ ἐν ἐκείνοις· ἡ μὲν νεότης τῶν ψυχῶν τῇ ἀνανεώσει τῆς ζωῆς καὶ ταῖς μερικωτέραις αἰτίαις, ἡ δὲ ἀρχαία ἀκοὴ τῇ μονίμῳ νοήσει καὶ ταῖς πρεσβυτέραις ἀρχαῖς, τὸ δὲ μάθημα τὸ πολίῶν τῇ ἡνωμένῃ καὶ ἀεὶ τῇ αὐτῇ περιοχῇ τῆς τῶν ἐν τῷ κόσμῳ πάντων φύσεως τε καὶ συστάσεως, δι’ ἣν τὰ μὲν πρῶτα καὶ θειότατα τῶν ἐγκοσμίων ὁλικῶς καὶ ἐξηρημένως περιέχει τῶν γιγνομένων ἀπάντων τὰς αἰτίας καὶ αἰωνίως τὰ ἐγχρόνα προεἴληφεν, τὰ δὲ προσεχέστερα τῷ παντὶ μερικῶς καὶ ὀφειμένως, ἄτε ἀπολειπόμενα τῆς ἐνιαίας τῶν ὅλων νοήσεως. διὸ καὶ ἄλλοις μὲν τῶν θεῶν τὸ πολίῶν, ἄλλοις δὲ τὸ νέον ὠφελισται· σύμβολον γὰρ τὸ μὲν πολίῶν νοήσεως καὶ ἀχράντου ζωῆς καὶ πόρρω γενέσεως οὖσης, τὸ δὲ νέον τῆς μερικωτέρας γνώσεως καὶ τῆς ἐφαπτομένης ἤδη τῶν γιγνομένων.