Ancient Greek
1.159.1 to 1.159.33
Proclus Phil., In Platonis Timaeum Commentaria 1.159.1-33
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Α [Tim. 22 C] ἅπασι δὲ τοῖς εἰρημένοις διὰ τὴν τῶν ἐφόρων δύναμιν καὶ 10 τὴν τῶν κλιματαρχῶν θεῶν τοιάνδε ἢ τοιάνδε ἰδιότητα λαχόντων, τῶν μὲν κινήσει μᾶλλον, τῶν δὲ στάσει, καὶ τῶν μὲν ταυτότητι, τῶν δὲ ἑτερότητι χαιρόντων. γιγνομένων δὴ φθαρῶν ἀθρόων τε καὶ μερικῶν ἐν ἄλλοις καὶ ἄλλοις τόποις ἀνέκλειπτα διαμένει τὰ εἴδη τοῦ παντός· ἀεὶ γὰρ 15 ἄνθρωπος καὶ ἀεὶ γῆ καὶ ἀεὶ τῶν στοιχείων ἕκαστον. ἔπει γὰρ ἐκ τῶν οὐρανίων σχημάτων ἡ φθορὰ καὶ ἡ γένεσις, ταῦτα δὲ μιμήματά ἐστι τῶν νοήσεων τῶν θείων, αἱ δὲ νοήσεις ἐξημμέναί τῶν νοερῶν εἰσιν εἴδων, ἐκεῖθεν δὲ τὸ μὴν ἄλλο ἄλλου γίνεται καὶ ἄλλο ἄλλου φθείρεται καὶ μᾶλλον ἐπιτηδεῖως ἔχει τὸ μὲν εἰς τὸ εἶναι, τὸ δὲ εἰς φθοράν, μὲν μὴν ἐφήκει καὶ ἡ συνοχὴ τοῖς ἔγκοσμοις εἴδεσι γίγνε- 20 ται καὶ τὰ σχήματα τὰ ἐμφανῆ σωστικὰ τοῦ εἴδους καὶ Β φθαρτικὰ τῶν μερῶν ἐστι, δέοντος τοῖς ἐν χρόνῳ γενομένοις ἐν χρόνῳ καὶ τὴν λύσιν περιχωρεῖν. ὅσα μὲν γὰρ δύναται μετὰ τοῦ παντὸς εἶναι, τούτοις οὐ φθονεῖ τῆς σωτηρίας τὸ πᾶν, τὸ δὲ συμπολιτεύεσθαι τῷ παντὶ μὴ δυνά- 25 μενον οὐδὲ μένειν ἐν τῷ παντὶ δυνατόν, ἀλλ’ ὁ τοῦ Διὸς νόμος οἷον ἄτιμον πᾶν τὸ τοιοῦτον γεγονὸς ἐκβάλλει τῆς οὐσίας. μένον γὰρ ἄτιμον εἶναι παντελῶς ἀδύνατον, τὸ δὲ πᾶν τῃ τάξεως ἐστερημένον ἄτιμον. διότι μὲν οὖν καὶ ἀθρόαι καὶ μερικαὶ γίνονται φθοραὶ κατ’ ἄλλους καὶ ἄλλους τόπους, 30 εἴρηται. διὰ τί δ’ αἱ μέγισται τῶν φθαρῶν διὰ πυρὸς πλεονεξίαν καὶ ὕδατος, ἀλλ’ οὐ τῶν ἄλλων στοιχείων, μετὰ ταῦτα οὕτω δὴ καὶ τῶν τῆς γῆς μερῶν ἑκάστων ἐπιδεχομένων ῥητέον. τὸ μὲν δὴ πῦρ δραστηρίων ἔχει καὶ ποιητικὴν ἐν 4 ἔχειν μᾶλλον NP 5 τοῦτον C 6 κράσιν CN καὶ om N 225C): δέον τὸ C: δέον Raderm. 22s γινομένοις P 24 μετὰ om ἀμφω τὰ μὲν κατὰ φύσιν μᾶλλον ἔχειν δύναται, τὰ δὲ