Ancient Greek
1.161.2
Proclus Phil., In Platonis Timaeum Commentaria 1.161.2
Unproofread scanNot analysed yet
δους [καὶ] περὶ Ἡλίου λέγουσα μυστικῶς ὡς διαφόρους ἐν τοῖς ὥροις ἀμείβοντας μορφάς. οὐδὲν οὖν θαυμαστόν, εἰ πολλῶν καὶ πολλαχῇ γιγνομένων φθορῶν ἀεὶ μὲν ἄνθρωπος, ἀεὶ δὲ ἕκαστον εἶδος διὰ τὴν ἀκλιντὸν τῶν θείων εἰδῶν πρόσοδον δι’ ἐκεῖνα γὰρ ἀεὶ ὡσαύτως ἐστήκασιν οἱ ἐν τῷ παντὶ λόγοι, διότι πᾶν τὸ ἐξ ἀκινήτου γιγνόμενον αἰτίας ἀεὶ ἔστι τῇ αἰτίᾳ τῇ ἑαυτοῦ συννηρημένον. Τὸ γὰρ οὖν καὶ παρ’ ὑμῖν λεγόμενον, ὡς ποτε Φαέθων, Ἡλίου παῖς, τὸ τοῦ πατρὸς ἅρμα συζεύξας διὰ τὸ μὴ δυνατόν εἶναι κατὰ τὴν τοῦ πατρὸς ὁδὸν ἐλαύνειν τὰ τε ἐπὶ γῆς συνέκαυσε καὶ αὐτὸς κεραυνωθεὶς διεφθάρη, τοῦτο μύθου μὲν σχῆμα ἔχον λέγεται [22 C]. Ὅτι μὲν αἱ πρώτισται τῶν ὄντων ἀρχαὶ μονίμως τὰ κινούμενα καὶ ἡνωμένως τὰ πεπληθυσμένα καὶ ὀλίκως τὰ μερικὰ καὶ αἰωνίως τὰ κατὰ χρόνον μεριζόμενα περιέχουσι, πρόδηλον, καὶ ὅτι ταῖς προσεχῶς ὑπὲρ τὸν κόσμον ἐστώσιν τῶν τε περιόδων τὰς αἰτίας καὶ τῶν ψυχικῶν καθόδων καὶ ἀνοδῶν καὶ πάσης τῆς πεπληθυσμένης καὶ διηρημένης ζωῆς ἀνατιθέασιν οἱ θεολόγοι, γνώριμον. διὸ μοι δοκεῖ καὶ νῦν ὁ λόγος τὴν κατὰ Φαέθοντα μυθολογίαν ἐπὶ τοὺς Ἕλληνας καὶ τὴν Σόλωνος ἀναπέμπειν γνώσιν, ὅτι πᾶσαι αἱ τοιαῦται φθοραὶ καὶ γενέσεις ἐκ τῆς νέας ἐπιτελοῦνται δημιουργίας, παρ’ ἧς καὶ ἡ τῶν λόγων ἀνακύκλησις ἐπιτελεῖται καὶ ἡ ποικιλία τῶν τε σωματικῶν καὶ ψυχικῶν περιόδων. ὥσπερ δὲ ἐν τοῖς θείοις μενόντων τῶν δευτέρων ἀπὸ τῶν πρώτων αὐτοῖς ἐφήκει ἡ τελειότης, οὕτω δὴ καὶ ὁ Αἰγύπτιος τὰ παρ’ Ἕλλησιν ἱστορηθέντα φυλάττων ἀπὸ τούτων ἀναδιδάσκει τὸν Σόλωνα περὶ ὧν αὐτὸς προἔγνωκε. τί δὴ οὖν αἰνίσκεται οὗτος ὁ λόγος; ὅτι ἄρα καὶ αἱ ψυχικαὶ ζωαὶ καὶ ἡ τῶν σωμάτων φύσις πολυειδεῖς ἔχουσι μεταβολάς, καὶ ταῦτα ἐπιτροπεύουσι μὲν καὶ ὑπερκόσμιαι δυνάμεις, συνέχουσι