Ancient Greek
1.165.1
Proclus Phil., In Platonis Timaeum Commentaria 1.165.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Α [Tim. 22 C] παίδας, ἄλλους δὲ ἄλλως κατὰ τὰς εἰρημένας αἰτίας. καὶ περὶ μὲν τῶν ἄλλων ἐν ἑτέροις. ὁ δὲ αὖ Φαέθων Ἥλιον μὲν οὕτως ἐστὶ παῖς, ὡς τῆς Ἡλιακῆς ὄν σειρᾶς, διὸ καὶ τὸ ὄνομα φέρει τὸ Ἡλιακόν· ἐπεὶ δὲ ἄνω μένων συμπεριε- F πόλει τῷ πατρὶ καὶ συνδιώκει τὸ πᾶν, ἐλαύνειν εἴρηται τὸ 5 ἅρμα τοῦ πατρός· καὶ γὰρ καὶ τὸ τοῦ Φαίδοντος ὄχημα τῶν Ἡλιακῶν ἐστὶν ἀμμάτων· ἐστι γὰρ κἀκεῖνο πάντως ἠλιοειδές. ἐπεὶ δὲ εἰς γένεσιν ἔφρεπεν —οὐ γὰρ ἦν τῶν πρωτίστων ψυχῶν —ὑπὸ τοῦ Διὸς κεκεραυνώσθαι λέγεται· δημιουργγίας γὰρ σύμβολον ὁ κεραυνὸς ἀναφῶς διὰ πάντων χωροῦ- 10 σης καὶ πάντα σφούσης, ἀλλ’ οὐ τῆς διαλύσεως αἴτιον τοῦ πνεύματος τοῦ φέροντος τὴν ψυχήν. γίγνονται δὲ πολλαὶ μετατάξεις ψυχῶν ἀπ’ ἄλλων πολιτειῶν εἰς ἄλλας καὶ ἀπὸ στοιχείων ἄλλων εἰς ἄλλα, τῶν μὲν ἀπὸ γῆς εἰς τὴν τοῦ πυρὸς σφαῖραν μεθισταμένων, τῶν δὲ ἀπὸ τοῦ πυρὸς εἰς 15 γῆν, καὶ τῶν μὲν ἐν τάξει, τῶν δὲ ἀθρόως καὶ μετὰ θορύβου πολλοῦ καὶ ἀτάκτου κινήσεως· οἷον δὴ παιδεῖν καὶ τὸν Φαέδοντά φασιν· ἄνωθεν γὰρ ἀθρόως φερόμενος καὶ ἐμπυρίους χιτῶνας ἐφελκόμενος, ἐπειδὴ πρὸς τῇ γῇ ἐγένετο διὰ †τούτων ἀτλαντικῶς κινούμενος, ἐξήφιε τινὰ μέρη τῆς γῆς· 20 πολλοὺς γὰρ αἱ ψυχαὶ κατιούσαι περιβάλλονται χιτῶνας, ἀερίους ἢ ἐνύδρους, αἱ δὲ καὶ ἐμπυρίους καὶ τούτων αἱ μὲν ἀμυδρὸν ἔχουσι τὸ ἐκ τοῦ πυρός, αἱ δὲ σφοδρὸν καὶ πληκτικόν, καὶ αἱ μὲν ἀποτίθενται ἐν ἀέρι γερόμεναι καὶ προσλαμβάνουσι παχυτέρους, αἱ δὲ ἐκείνους καὶ μέχρι γῆς διασφύζουσιν. οἶδα 25 μὲν οὖν, ὅτι καὶ Πλούταρχος ὁ Χαιρωνεύς [de facie 941 ss] ἱστορεῖ τῶν περὶ τὴν Βρεττανίαν νησίδων κατά τινα μίαν ἱερὰν εἶναι δοκοῦσαν καὶ ἄσυλον καὶ διὰ τοῦτο ἀφειμένην ὑπὸ τῶν κρατούντων πολλάκις γίνεσθαι τοῦ ἀέρος συγχύσεις ἐξαίφνης καὶ καταπτώσεις ἢ ὀμβρῶν ἢ κεραυνῶν 30