Ancient Greek
1.167.3
Proclus Phil., In Platonis Timaeum Commentaria 1.167.3
Unproofread scanNot analysed yet
δάκρυνα μὲν σέθεν ἐστὶ πολυτλήτων γένος ἄνδρῶν. D ὥστε καὶ τὴν τῶν Ἡλιακῶν πρόνοιαν ψυχῶν εἰς τὸν Φαέθοντα εἰκῶτος ὁ περὶ αὐτῶν μῦθος συμβολικῶς διὰ τῶν δακρύων ἐδήλωσε. πάλιν οὖν καὶ ἀπὸ τοῦδε τοῦ μύθου πόρισμα ληπτέον, ὅτι τῶν ψυχῶν αἱ κάθοδοι δι’ ἀδυναμίαν ἐπιτελοῦνται —καὶ γὰρ ὁ Φαέθων βούλεται μὲν ἐλαύνειν τὸ ἅρμα τὸ Ἡλιακόν, ἀδυνατεῖ δὲ καὶ πίπτει διὰ τὴν ἀδυνα-μίαν —καὶ ὅτι οὐ μόνον αἱ ψυχαί, ἀλλὰ καὶ τὰ ὄχηματα αὐτῶν μεταλαμβάνουσι τῆς τῶν ἡγεμόνων θεῶν ἰδιότητος, ὥστε καὶ ἀπ’ ἐκείνων ὀνομάζεσθαι τὰ μὲν Ἡλιακά, τὰ δὲ Ἀρεικά, τὰ δὲ ἀπ’ ἄλλου τινὸς θεοῦ· καὶ ὅτι καὶ αἱ φθο-ραὶ κατὰ πρόνοιαν ἐκ τῶν θεῶν ἐπιτελοῦνται —καὶ γὰρ ὁ Ζεὺς τῆς ἐκπυρώσεως αἴτιος τῷ κεραυνῷ τὸν Φαέθοντα βαλὼν —καὶ ὅτι αἱ κάθοδοι τῶν ψυχῶν ἐξήρηται τῆς μᾶς δημιουργίας, διὸ καὶ ὁ Τίμαιος οὐ περὶ τῆς οὐσίας αὐτῶν μόνον, ἀλλὰ καὶ περὶ ἀνόδων καὶ καθόδων ἀναδιδάξει καὶ βίων καὶ αἱρέσεων παντοδαπῶν.