Ancient Greek
1.167.7
Proclus Phil., In Platonis Timaeum Commentaria 1.167.7
Unproofread scanNot analysed yet
E Ὅσον ἐστὶν ἀπὸ τοῦ μύθου τῷ προκειμένῳ συντελοῦν, τοσοῦτο μόνον ὁ Αἰγύπτιος ἐξέφηνεν, ὅτι δὴ γίγνονται διὰ πυρὸς ἀθρόαι φθοραὶ τῶν ἐπὶ γῆς διὰ τὴν τῶν περὶ γῆν ἰόντων κατ’ οὐρανὸν παραλλαγὴν. τί σημαίνων διὰ τῆς παραλλάξεως; ἢ τὴν ἀσυμμετρίαν τῶν ἐν γῇ πρὸς τὰ οὐ-ράνια· συμμετρῶς μὲν γὰρ ἔχοντα πάντα πρὸς τὰς ἐκεῖθεν ἀπορροίας δύναται διαμένειν, ἀσυμμέτρως δέ, φθείρεται· τὴν γὰρ διαιρετικὴν τοῦ Ἄρεος δύναμιν τὰ μὲν ὑπομεῖναι δυ-