Ancient Greek
1.169.1
Proclus Phil., In Platonis Timaeum Commentaria 1.169.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Α [Tim. 22 CD] πυρώσεσιν ἐπιτρέχουσιν. ἀλλὰ διὰ τί διὰ μακρῶν χρόνων αἱ ἀθροαί γίγνονται φθοραί; ἢ ὅτι πολλά δεῖ συνδραμεῖν, ἵνα γένηται τοιαύτη τις φθορά· καὶ γὰρ τὴν τῶν πασχόντων ἐξιν, τὴν τε ἰδίαν καὶ τὴν κοινὴν, καὶ τὴν τῶν ποιούντων B σύμπνοιαν —τί γάρ, εἰ τὸ ἄλλον φθαρτικὸν ἄλλον σωστικὸν εἴη; —καὶ τὴν ἐπιτηδειότητα τῆς ὕλης καὶ τὴν τῶν ὀργάνων παρασκευὴν καὶ τὸν καιρόν· ταῦτα γὰρ ὑπάρχει μὲν καὶ ἐπὶ τῶν μερικῶν φθαρῶν, σπανιώτερα δὲ ἐπὶ τῶν κοινῶν, καὶ εἰκότως· ἀπὸ γὰρ τοῦ ἀφθάρτου χωρεῖν ἐπὶ τὸ εὐφθαρτον τὴν φύσιν διὰ τῶν δυσφθάρτων ἀναγκαῖον. εἰ ἄρα τὰ ὅλα ἀφθαρτα ἀεὶ, τὰ δὲ μερικώτερα εὐφθαρτα, τὰ μέσα τούτων εἰκότως ἐν τοῖς δυσφθάρτοις τέτακται, διὰ μακρῶν χρόνων ὑπομένοντα τὴν ἀπόλειαν· τὰ μὲν γὰρ ὅλην περίοδον διαμένοντα κοσμικὴν ἀφθαρτα καὶ ἀνώλεθρά ἐστιν· οὐδὲν γὰρ ἐστιν αὐτῶν σχῆμα φθαρτικόν, πάντων ἐν τῇ ὅλῃ περιόδῳ τοῦ παντὸς ἀνειλημένων· τὰ δὲ μερικὰ καὶ ἄτομα ῥαδίαν ἐπιδέχεται τὴν λύσιν· τὰ δὲ ἀθροα τῶν μερικῶν διὰ μακρῶν μὲν χρόνων, λύεται δὲ ὅμως· ἔστι γὰρ καὶ γένους τινὸς ὡς ἑνὸς ἀνθρώ· βίος καὶ πόλεως καὶ ἔθνους [καὶ] περίοδοι, τῶν μὲν μακροπορώτερα, τῶν δὲ βραχυπορώτερα φησιν Ἀριστοτέλης.