Ancient Greek
1.171.2
Proclus Phil., In Platonis Timaeum Commentaria 1.171.2
Unproofread scanNot analysed yet
Τὸ μὲν φαινόμενον, ὅτι πολλῶν καὶ παντοδαπῶν ἀγαθῶν τοῖς Αἰγυπτίοις ὁ Νεῖλος αἴτιος· γεωμετρίας γὰρ καὶ λογισμῶν καὶ τῆς φυσικῆς ἱστορίας καὶ δὴ καὶ τῆς γενέ- E σεως τῶν καρπῶν καὶ τοῦ διαφεύγειν τὰς ἐκπυρώσεις αἴτιός ἐστι, καὶ τὸ τε ὕδωρ τῶν σωμάτων αὐτοῖς σωστικόν, καὶ ἡ τοῦτο συνῆχουσα θεότης τῶν ψυχῶν ἀναγωγός ἐστι. λάβοις δ’ ἂν ἀπὸ τούτων, ὅτι καὶ τὰ πρῶτα αἴτια ζωῆς ὄντα πλήρη καὶ γονίμου δυνάμεως ἑαυτὰ τε συνέχει καὶ μένει διαιωνίως καὶ τὰ ἄλλα διαφρέοντα καὶ σκεδαννύμενα τῆς παρ’ ἑαυτῶν ἀξιοῦ συνοχῆς· δοκεῖ δέ μοι καὶ τὸ τοῦ σω- 10 τήρος ὄνομα θείαν καὶ ἐξηρημένην ἀπεικονίζεσθαι πρόνοιαν, ἀφ’ ἧς καὶ ἐν θεοῖς τὸ συνέχεσθαι πᾶσι τοῖς νοεροῖς καὶ δημιουργικοῖς αἰτίοις ἐλλάμπεται.