Ancient Greek
1.172.4
Proclus Phil., In Platonis Timaeum Commentaria 1.172.4
Unproofread scanNot analysed yet
Εἰ καὶ γίγνοντό ποτε ὕμβροι περὶ τὴν Αἴγυπτον, ἀλλ’ οὐ περὶ πᾶσαν, ἀλλὰ περὶ τὴν κάτω γίγνεσθαι εἰώθασιν· αὕτη δὲ ἐπίδηλός ἐστιν ἔργον οὕσα τοῦ ποταμοῦ φησιν ’Αριστοτέλης· ἡ δὲ ἄνω τὰς τοιαύτας ἐπιροὰς οὐ δέχεται. πόθεν οὖν ὁ Νεῖλος ἐπάνεισι; Πορφύριος μὲν δὴ φησιν, ὅτι δόξα ἦν παλαιᾷ Αἰγυπτίων τὸ ὕδωρ κάτωθεν ἀναβλυθαίνειν ἐν τῇ ἀναβάσει τοῦ Νείλου, διὸ καὶ ἰδρώτα τῆς γῆς ἐκάλουν τὸν Νεῖλον, καὶ τὸ ἐπανιέναι κάτωθεν τοῦτο τῷ Αἰγυπτίῳ δηλοῦν καὶ τὸ σφζει λυόμενος, οὐχ ὅτι τὴν χώμην λυομένην τὴν πλήθος τῶν ὕδάτων ποιεῖ, ἀλλ’ ὅτι λύεται ἀπὸ τῶν ἑαυτοῦ πηγῶν καὶ προόεισιν B εἰς τὸ ἐμφανὲς ἐπεχόμενος πρότερον. ἡμεῖς δὲ τὸ λυόμενον ὡς πρὸς τὴν ἀπορίαν ἀκουσόμεθ᾿· λέγεται γὰρ ’Αττικῶς, ὅτι λύει τῆς ἀπορίας ἡμᾶς ὁ Νεῖλος· οὔτε γὰρ τὸ ἐκ τῶν χιόνων αὐξεσθαι τὸν Νεῖλον λυομένων ἀληθές· ποῦ γὰρ ἐν τοῖς μεσημβρινοῖς τόποις, ἀφ’ ὧν φέρεται, συστήσονται χιόνες; οὔτε τὸ ὑπὸ γῆς ὄντα ἀραιουμένης αὐτῆς