Ancient Greek
1.176.9
Proclus Phil., In Platonis Timaeum Commentaria 1.176.9
Unproofread scanNot analysed yet
ψυχρὸς ὑπὲρ κεφαλῆς οὔτ’ ἐμπυρος, ἀλλὰ μεσηγύς. ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Α [Tim. 22E 23A] διὰ γὰρ τῶν τοιούτων τηρήσεων εὑρίσκουσι τὰς ποιητικὰς τῶν σχημάτων τῶν οὐρανίων δυνάμεις· τίνων γὰρ ὄντων τίνα συνέβη λαβόντες ἔχουσι τὰς τῶν ἐσομένων αἰτίας ἀπὸ τῶν αὐτῶν συλλογίζεσθαι σημείων. δοκεῖ δ’ ἔμοιγε καὶ ὁ τῶν Πυθαγορείων λόγος μιμεῖσθαι τὴν τῶν Αἰγυπτίων τοιαύτην ἱστορίαν, ὁ παρασκευάζων τὰς ψυχὰς καὶ τῶν προτέρων ἀναμυνησκέσθαι βίον· ὡς γὰρ ἐφ’ ἑνὸς ἀνδρός, μᾶλλον δὲ ψυχῆς μιᾶς, διαφόρους βίους, οὕτως ἐφ’ ἑνὸς ἔθνους τὰς διαφόρους περιόδους προσήκει λαμβάνειν. ὡς οὖν ἐν ἐκείνοις αἱ τῶν προβεβιωμένων ἀναμνήσεις τελειωτικαὶ τῶν ψυχῶν εἰσίν, οὕτω δὴ καὶ ἐν τούτοις αἱ τῶν πρόσθεν περιόδων ἱστορίαι μεγίστην εἰς φρόνησιν παρέχονται συντέλειαν. ἔτι τοίνυν καὶ πρὸς τὴν τοῦ παντὸς ὁμοιοῦνται διακόσμησιν αἱ τοιαῦται τηρήσεις· τοὺς μὲν γὰρ ἐστώτας λόγους μιμοῦνται τῆς φύσεως, δι’ ὧν ἀκινήτων μενόντων καὶ τοῖς μεταβαλλομένοις ἡ τάξις ἐπιγίνεται. εἰ τοίνυν ἱερῶν τὸ ἀγιώτατόν ἐστιν ὁ κόσμος, ἐν ᾧ μένουσιν οἱ λόγοι διαιωνίως οἱ συνέχοντες τὸ πᾶν, ἔχει ἂν εἰκόνα τῆς τούτων συστάσεως ἢ ἐν τοῖς ἱεροῖς ἀπογραφὴ τῶν παλαιῶν ἔργων, καὶ λέγοι ἂν ὁ λόγος ὁ τῶν Αἰγυπτίων, ὅτι καὶ ὅσον ἐστὶ μόνιμον ἐν τοῖς αἰσθητοῖς καὶ ἀφαρὸς καὶ ἀεὶ ὁσαύτως ἔχον, τοῦτο ἀπὸ τῶν νοητῶν παραγίνεται θεῶν, ὅσον δὲ κινούμενον ἄλλοτε ἄλλως, γιγνόμενόν τε καὶ ἀπολλύμενον, τοῦτο ἐκ τῆς νέας ἐφήκει δημιουργίας, ἐπεὶ καὶ τὸ ἱερατικὸν γένος τὸ μεμνημένον τῶν παλαιῶν εἰκόνα φέρει τάξεως θείας συνεκτικῆς τῶν ὅλων καὶ μονίμου καὶ τῇ θείᾳ μνήμῃ τὰ πάντα φρουρούσης, ἀφ’ ἧς καὶ ἡ νέα δημιουργία πληρουμένη ταυτότητα καὶ συνοχὴν καὶ στάσιν ἐπιλάμπει τοῖς πολυμεταβόλοις πράγμασι.