Ancient Greek
1.180.3
Proclus Phil., In Platonis Timaeum Commentaria 1.180.3
Unproofread scanNot analysed yet
Τὰ σερνὰ καὶ παμπάλαια διηγήματα τοῦ Σόλωνος παιδικοῖς ὁ Αἰγύπτιος παραβάλλει μύθοις· οἱ μὲν γὰρ τῶν σοφῶν μύθοι περὶ ἀδίων εἰσὶ πραγμάτων, οἱ δὲ τῶν παίδων περὶ ἐγχόρων καὶ σμικρῶν, καὶ οἱ μὲν νοερὰν ἔχουσι τὴν ἀποκεχυμένην ἀλήθειαν, οἱ δὲ χαμαιπετῆ καὶ οὐδὲν ὑψηλὸν ἐνδεικνυμένην. τούτοις οὖν τοῖς τοιούτοις μύθοις ἀνάλογόν εἰσιν αἱ τοῦ Σόλωνος ἱστορίαι, τοῖς δὲ τῶν σοφῶν αἱ τῶν Αἰγυπτίων· αἱ μὲν γὰρ ἐπὶ σμικρὸν βλέπουσιν, αἱ δὲ ἐπὶ πλεῖστον διατείνουσι, καὶ αἱ μὲν ἱστορίαι μόνον εἰσίν, αἱ δὲ εἰς ἐπιστήμην συντελοῦσιν. ἀπὸ δὴ τούτων καὶ τὰ παραδείγματα αὐτῶν θεατέον, ὅτι τὰ μὲν ἐκ τῆς νέας δημιουργίας παίγνια καλεῖται θεῶν καὶ μύθοις ἔοικεν —εἴδωλα γὰρ ἐστὶ τῶν ὄντων καὶ μετέχει τῶν εἰδῶν ἐσχάτως —τὰ δὲ ἀπὸ τῶν νοητῶν πρῶτως ὑφιστάμενα νοερὰ ἐστι καὶ διαιώνια καὶ μόνιμα καὶ ἀποκεχυμένην ἔχοντα τὴν ἑαυτῶν οὐσίαν.