Ancient Greek
1.180.7
Proclus Phil., In Platonis Timaeum Commentaria 1.180.7
Unproofread scanNot analysed yet
Συνάπτειν βούλεται τὴν δευτέραν περίοδον τῇ προτέρας καὶ μίαν εἶναι συνεχῆ ζωὴν τῶν Ἀθηναίων τῶν τε πρώτων καὶ τῶν νῦν ὄντων διὰ τοῦ σπέρματος, οὐ φησί, βραχέος, ἐπειδή καὶ ἐν τῷ κόσμῳ τὰ πέρατα τῆς περιόδου τῆς προτέρας συνάπτεται ταῖς ἀρχαῖς ταῖς μετ’ αὐτὴν διὰ τὴν τῶν αἰτίων οὐσίαν καὶ τὴν ἀκατάληκτον κίνησιν τοῦ παντὸς καὶ τὴν ἀμετάβλητον, ὡς φησί τις, μεταβολήν. μὴ θαυμάσωμεν δέ, εἰ τὸν Σόλωνα νῦν μὲν ἐκγονον αὐτὸς φησὶ τῶν ἀρίστων E ἐκείνων ἀνδρῶν, αὐθὶς δὴ ἡμεῖς κατὰ τὴν αἰτίαν ἵσταμεν τῆς κοσμικῆς πάσης ἐναντιώσεως· ὡς μὲν γὰρ ζῶον, ἀπ’ ἐκείνων ἔχει τὸ γένος, ὡς δὲ νοῦς μερικὸς ὑποδεξάμενος τοὺς περὶ τοῦ πολέμου λόγους ἀνάλογον ἐστὶ τῷ θεῷ διαπορθμεύουσι τὸν τῆς κοσμικῆς ἐναντιώσεως λόγον ἀνωθεν ἀπὸ τῶν νοητῶν ἐπὶ τὸ αἰσθητόν. καὶ οὐ χρὴ ἐπιταράττεσθαι ἀπὸ τῶν τοιούτων ἐνστάσεων, ἀλλ’ εἰδέναι τῶν ἀναλογίων τὴν φύσιν, ὅτι τὰ αὐτὰ πρῶτα καὶ ἔσχατα καὶ μέσα γίνεται δι’ ἀναλογίας.