Ancient Greek
1.185.1
Proclus Phil., In Platonis Timaeum Commentaria 1.185.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Α [Tim. 23 CD] μηνουμένας, καὶ τῶν θεοῖς συνεπομένων εἰς τε τὰς ἀιδίως αὐτοῖς συντεταγμένας καὶ τὰς ἀφισταμένας πολλάκις, καὶ τὰς ἀφισταμένας εἰς τε τὰς ἀχράντως προϋφιστάμενας τῆς γενέσεως καὶ τὰς κακνουμένας· μέχρι γὰρ τούτων ἡ καθόδος. τῶν δὲ οὐρανίων σωμάτων εἰς τε ἀπλανῆ καὶ πλανώμενα, καὶ τούτων εἰς τε τὰ ἀπλῆν κινούμενα κίνησιν καὶ τὰ ποικίλην, καὶ τῶν ποικίλην εἰς τὰς τῶν δυνάμεων ἰδιότητας. καθόλου δὲ πασῶν τῶν εἰρημένων διαιρέσεων τὸ κοσμοῦν καὶ τὸ κοσμουμένον καὶ πληροῦν καὶ πληρουμένον. εἰ δὴ δεῖ μὴ πρὸς μέρος βλέπειν, ἀλλὰ τῆς τῶν ὅλων ἀντέχεσθαι νοήσεως, πανταχοῦ τὴν ἐναντίωσιν ταύτην ὑποθετέον, καὶ γὰρ ἐν θεοῖς καὶ ἐν νοῦς καὶ ἐν ψυχαῖς καὶ ἐν σώμασιν. ἐκεῖ μὲν γὰρ τὸ πέρας καὶ ἄπειρον, ἐν δὲ νοῦς ταυτότης καὶ ἑτερότης, ἐν δὲ ψυχαῖς ὁ ταυτοῦ καὶ θάτερου κύκλος, ἐν δὲ σώμασιν οὐρανοὶ καὶ γενέσεις. τάττεται δὲ τὰ δεύτερα πρὸς τῶν ἀμεινόνων ἀεὶ. διὸ καὶ χρήσιμον εἶναι φαμεν τόνδε τὸν μῦθον πρὸς τὴν ὅλην θεωρίαν τῆς φύσεως, ὡς ἐκ τῶν ἐνεργειῶν καὶ τῶν κινήσεων ἐνδεικνυμένου ἡμῖν τὴν ἐναντίωσιν τὴν κοσμικὴν· πάντες γὰρ οἱ περὶ φύσεως ἀναδιδάξαντες ἀπὸ τῶν ἐναντίων ἄρχονται καὶ ταῦτα ποιοῦσιν ἀρχάς. ὁ καὶ ὁ Πλάτων εἰδὼς διὰ συμβόλων καὶ αἰνιγμάτων τὴν ἐναντίωσιν ἡμῖν παραδίδωσι τῶν ἐν τῷ παντὶ γενῶν ἥτις ἐστὶ, καὶ ὅπως διὰ τὴν νοερὰν ἐνέργειαν τῆς Ἀθηνᾶς καθυποτάττεται τὰ χειρῶ τοῖς ἀμείνοσιν. εἰκότως ἄρα καὶ ἔργα τῶν Ἀθηναίων καὶ πολιτείας ἐκάλεσεν ὁ Πλάτων, ὅτι διὰ πάντων ἤδει χωροῦσαν τὴν τοιαύτην ἀναλογίαν, ἣν συνέχει μὲν καὶ ἡ νέα δημιουργία, πολλῷ δὲ πρότερον αἱ ὅλαι δυνάμεις, ἀφ’ ὧν καὶ αὐτὴ πληρουμένη νοῦς τε ὁφίστησι τοὺς ἐγκοσμίους καὶ ψυχὰς καὶ σώματα κατὰ τὴν ἑαυτῆς ἰδιότητα.