Ancient Greek
1.186.2
Proclus Phil., In Platonis Timaeum Commentaria 1.186.2
Unproofread scanNot analysed yet
δι’ ἀκριβείας οἱ τὰ περὶ τῶν πάλαι πολιτῶν ἐξῆς διελθεῖν [23 D]. Καὶ τοῦτο θεῖον ὄντως ἐστὶν ἴδιον, τὸ τὰ μὲν δεύτερα λιπαρῶς ἀντέχεσθαι τῶν πρώτων καὶ ἐνιδρύσθαι ταῖς ἐκείνων ἀχράντοις νοήσεσι, τὰ δὲ πρῶτα δυνάμεσιν ἀφθόνοις καὶ ἀγαθότητι τοῖς δευτέροις ἐπιλάμπειν τὴν ἀφ’ ἑαυτῶν πλήρωσιν. προηγείται μὲν οὖν τὸ θαῦμα, διότι καὶ ἐν ἡμῖν ἀρχὴ τοῦτο ἐστὶ τῆς τῶν ὅλων γνώσεως, ἐν δὲ τοῖς θείοις συνάπτεται τῷ θαυμαζομένῳ τὸ θαυμάζον· οὗτε καὶ Θαύμαντα θεὸν τινὰ μέγιστον ὀνοῦν· ἥκασιν οἱ τὰ θεῖα σοφοί, τὸν διὰ τοῦ θαύματος ὑποκατακλίνοντα τὰ δεύτερα τοῖς πρώτοις. ἑπεται δὲ ἡ λιπαρῆς δέσεως ἐπιτήδειον ἐργαζομένη τὸ μετασχεῖν ὀφείλον τῶν τελεωτέρων ἀγαθῶν.