Ancient Greek
1.186.8
Proclus Phil., In Platonis Timaeum Commentaria 1.186.8
Unproofread scanNot analysed yet
52E 30 ἐπιτρεπτικὴν P δύναμιν τῆς θεοῦ MP ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Α [Tim. 23 D] τοῦτο ἀγαθοειδές, τὸ τῆς τελειώσεως τῶν δευτέρων ἕνεκα ποιεῖσθαι τὰς ἐνεργείας· πρόνοιαν γὰρ ποιεῖται καὶ ὑπερπλήρη τῶν θείων δύναμιν. μείζον δὲ τὸ τῆς πόλεως ἕνεκα· καὶ γὰρ εὐρύτεραν ἔχει τὴν ἐνέργειαν καὶ μείζονος ἀντέχεται δυνάμεως. ἐπὶ δὲ καὶ τούτων θειότερον τὸ συντελεῖν πᾶσαν τὴν διέξοδον εἰς τὴν θεὸν καὶ εἰς αὐτὴν καταλήγειν τὸ τέλος τῆς ὅλης ἐνεργείας. ἢ δὴ πάντα τὸ ἀφθονον καθαρῶς παρίστησι τοῦ ἱερέως, μὴ τὴν στέρξιν τοῦ φθόνου μόνον ἐνδεικνύμενον, ἀλλὰ καὶ τὴν θείαν καὶ πρόχειρον τῶν ἀγαθῶν ἀπογέννησιν. πάλιν δὲ ὅμως μὴ λάθωμεν ταραττόμενοι διὰ τῶνδε τῶν λόγων, εἰ νῦν μὲν ὁ ἱερεὺς ὡς διαθέτης τοῦ λόγου μείζω καὶ θειοτέραν αἰτίαν ἀπεικονίζεσθαι λέγεται, νῦν δὲ οἱ Ἀθηναῖοι, πρόγονοι τοῦ Σόλωνος ὄντες, πρεσβύτεροι τῶν Σαϊτῶν, οἱ κατὰ τὰ κοσμητικὰ αἰτία τῆς ὅλης ἐναντιώσεως τάπτονται· ὡς μὲν γὰρ ἐν τῷ διηγήματι τούτῃ ἔχουσι τὴν τάξιν, ὡς δὲ κατὰ τὴν φυσικὴν πρόοδον εἰκόνα φέρουσιν ὑπερετέρων τινῶν καὶ θείων τάξεων. καὶ εἰ βούλει λέγειν, ἐπειδὴ πᾶσα ἡ δημιουργία καὶ ἡ κοσμικὴ ἐναντίωσις ἐν τῷ πατρὶ προειληπται τῶν ὅλων, τὰ τε κοσμούντα καὶ τὰ κοσμούμενα, λάβοις ἂν καὶ ἐκεῖ κατὰ ἀναλογίαν τὴν τῶν Ἀθηναίων παραδειγματικὴν αἰτίαν ἐν ζωαῖς νοεραῖς. καὶ γὰρ αὐ καὶ ὁ πέπλος ἔσχατον εἴδωλόν ἐστι τῆς ὅλης ἐναντιώσεως· προηγείται δὲ ἐν τε τῷ παντὶ τὰ ἀληθινὰ τῶν θεῶν ἔργα κἂν ταῖς ποιητικαῖς αὐτῶν καὶ πρωτουργοῖς αἰτίαις· οὕ δὴ καὶ τὴν Ἀθηνᾶν μετὰ τῶν ὅπλων ἐκφανῆ γενέσθαι φασί. μᾶλλον δὲ ἔσχατον μὲν ὁ πέπλος, τὸ τῆς ὀφαντικῆς ἔργον, εἴδωλον φέρων τοῦ κοσμικοῦ πολέμου καὶ τῆς δημιουργικῆς ἀπὸ τῆς θεοῦ τάξεως τῆς εἰς τὸ πᾶν προϊούσης, ὃν ἡ θεὸς ὀφαίνει μετὰ τοῦ πατρός. τοῦτον δὲ κρεῖττων ὁ ἐν λόγοις ὑπὸ τοῦ Πλάτωνος καὶ ἐν αἰνίγμασι περὶ τῆς ὅλης ἐναντιώσεως καὶ τῶν Ἀθηναϊκῶν ἔργων φερόμενος, ὃς καὶ αὐτὸς εἰς τὴν ὅλην συντελεῖ κοσμοποίαν, ὥσπερ ἐκεῖνος εἰς τὴν τῆς θεοῦ πομπὴν καὶ τὴν