Ancient Greek
1.189.3
Proclus Phil., In Platonis Timaeum Commentaria 1.189.3
Unproofread scanNot analysed yet
B δὴ κλήρων οἱ μὲν εἰσὶ ψυχῶν μερικῶν, οἱ δὲ τῶν ἀρχάντων γενῶν, οἱ δὲ δαιμόνιοι, οἱ δὲ ἀγγελικοί, οἱ δὲ αὐτῶν τῶν θεῶν· εἰ μὲν γὰρ εἰς ἥν μόνον ὁ τοῦ παντὸς πατὴρ καὶ πρόνοια μία καὶ νόμος εἷς, οὐδὲν ἔδει κλήρων οὐδὲ θείας διανομῆς. ἐπειδή δὲ μετὰ τὸν ἕνα τριάς ἐστὶ καὶ 15 μετὰ τὴν μονοειδῆ πρόνοιαν ἡ πολυειδὴς καὶ μετὰ τὸν ἕνα νόμον τὸ πλῆθος τῶν εἰμαρμένων νόμων, ἀνάγκη καὶ διαίρεσιν εἶναι τῶν διοικούμενων καὶ πρόνοιαν ἄλλην περὶ ἄλλα καὶ τάξιν. διὰ ταύτην οὖν τὴν αἰτίαν διῆρτηται τὸ πᾶν τοῖς δημιουργικοῖς ἀριθμοῖς, δυάδι, τριάδι, τετράδι, πεντάδι, ἕβδο- 20 μάδι, δωδεκάδι· μετὰ γὰρ τὴν μίαν δημιουργίαν ἢ εἰς δύο τομὴ τοῦ παντός, οὐρανὸν τε καὶ γένεσιν, διττοὺς ὑπέστησε κλήρους, οὐρανίους τε καὶ γενεσιουργούς. μετὰ δὲ ταύτην ἢ τριάς διεῖλε τὸ πᾶν, περὶ ἧς καὶ ὁ παρ’ Ὁμήρῳ [O 190 ss] φησὶ Ποσειδῶν τὸ 25