Ancient Greek
1.192.1
Proclus Phil., In Platonis Timaeum Commentaria 1.192.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Α [Tim. 23 D] εἶδος ἀνέκλειπτον εἶναι τοῦ παντός, ἵνα τέλειον ἢ τὸ πᾶν, 43 καὶ ἵνα τὸ ἐξ ἀκινήτου γινόμενον αἰτίας ἀκίνητον ἢ κατ’ οὐσίαν· πᾶσα δὲ ὁλότης εἴδός ἐστι, μᾶλλον δὲ εἴδους ἑνὸς ὁλοτελεῖ μετουσίᾳ τοῦτο ὁ λέγεται ἐστι. καὶ ὁρᾷς, ὅπως 5 ἐν τάξει προσηλθεν ἢ τῶν σωμάτων φύσις· τὸ μὲν γὰρ ἐστι πᾶσαν κίνησιν ἀκίνητον, τὸ δὲ τὴν κατὰ τόπον προσεδέξατο μόνην· αὕτη γὰρ ἐστι πορρωτάτω τῆς κατ’ οὐσίαν μεταλλαγῆς. τὸ δὲ καὶ τὰς ἄλλας ἐν τοῖς ἑαυτοῦ προσήκατο μέρεσι, τῷ δὲ ὅλῳ μένει παντελῶς ἀμετάβλητον. καὶ οἱ μὲν οὖ- 10 ράνιοι κλῆροι προσεχῶς τὸ διάστημα διελόντες καὶ αὐτὸν συνδιείλουσι τὸν οὐρανόν, οἱ δὲ ὑπὸ σελήνην πρώτως μὲν τὰς ἐν τῷ διαστήματι μοῖρας διέλαχον, ἔπειτα κατὰ τὰ διωρισμένα τῶν ψυχῶν ὀχήματα τὴν διανομὴν ἐποίησαντο, καὶ τρίτον κατὰ τὰς ὅλας τῆς γενέσεως μερίδας ἀεὶ ὡσαύτως 15 διαμένουσιν. οὐκ ἄρα μεταβάλλουσιν οἱ κλῆροι τῶν θεῶν οὐδὲ ἄλλοτε ἄλλως ἔχουσιν· οὐ γὰρ ἐν τοῖς μεταβαλλομένοις Β προσεχῶς ἔχουσι τὴν ὑπόστασιν. πῶς οὖν καὶ ἐν τούτοις αἱ τῶν θεῶν ἐλλάμψεις παραγίνονται; πῶς δὲ αἱ τῶν ἱερῶν καταλύσεις; πῶς δὲ ὁ αὐτὸς τόπος ἄλλοτε ὑπ’ ἄλλων κατα- 20 λαμβάνεται πνευμάτων; ἢ τῶν θεῶν αἰδίους ἔχοντων κλήρους καὶ διελομένων τὴν γῆν κατὰ τοὺς θελοὺς ἀριθμοὺς ὁμοίως ταῖς τοῦ οὐρανοῦ τομαῖς ἐλλάμπεται καὶ ταῦτα καθ’ ὅσον ἐπιτηδειότητος αὐτοῖς μέτεστι. τὴν δὲ ἐπιτηδειότητα ταύτην ποιεῖ μὲν καὶ ἢ τῶν οὐρανίων περιφορὰ διὰ 25 τῶνδε τῶν σχημάτων τοῖσδε δύναμιν παρεχομένη κρείττω τῆς παρούσης φύσεως, ποιεῖ δὲ καὶ ἢ ὅλη φύσις, ἑκάστῳ τῶν ἐλλαμπομένων ἐντιθεῖσα συνθήματα θεῖα, δι’ ὧν αὐτοφυῶς ταῦτα μετέχει τῶν θεῶν —ἄτε γὰρ ἐξηρημένη τῶν θεῶν εἰκόνας ἐκείνων ἄλλας ἄλλοις ἐντίθησι —ὁρῶσι δὲ καὶ 30 οἱ καιροί, καθ’ οὓς καὶ αἱ τῶν ἄλλων πραγμάτων διαχυθενῶνται συστάσεις, καὶ αἱ τῶν ἀέρων εὐκρασίαι. καὶ ὅλως τὰ