Ancient Greek
1.202.4
Proclus Phil., In Platonis Timaeum Commentaria 1.202.4
Unproofread scanNot analysed yet
Ὡςπερ ὁ Σωκράτης ἐν κεφαλαίοις τὴν ἑαυτοῦ πολιτείαν διεξῆλθεν, οὕτω καὶ ὁ ἱερεὺς διὰ βραχέων διέξεισι τοὺς τῶν παλαιῶν Ἀθηναίων νόμους, ἵνα καὶ τὴν ὑφεσιν ἔχῃ ταῦτα 15 πρὸς ἐκεῖνα καὶ τὴν ὁμοιότητα τῆς διατάξεως, καὶ εἰκῶς, ὅτι ἐκεῖνα μὲν καθολικώτερα, ταῦτα δὲ μερικώτερα, καὶ τὰ μὲν διανοίας ἔργα, τὰ δὲ καὶ φαντασίας. ἡ μὲν οὖν ὑφεσις θεωρείσθω, καθ’ ὅσον ὁ μὲν Σωκράτης πολιτείαν ὑπέγραψεν, οὕτος δὲ νόμους· ἔστι δὲ ἔννοιας μὲν καὶ δεσμὸς κοινὸς τῆς 20 τῶν πολιτῶν ζωῆς ἡ πολιτεία, τάξις δὲ εἰς πλῆθος προιοῦσα καὶ μερισμὸν ἡ νομοθεσία, καὶ ἡ μὲν τῇ προνοητικῇ αἰτία, ἡ δὲ εἰμαρμένῃ μᾶλλον ἀνάλογον· ἡ δὲ ὁμοιότης, καθ’ ὅσον ἀμφότεροι συνεσπειραμένως τὸ πλῆθος τῶν λόγων παραδιδόναι φασί. πάλιν οὖν καὶ ταῦτα τῶν ὅλων ἀντέ- 25 χεται καὶ τῶν θείων αἰτίων· ἡ γὰρ μέση δημιουργία τῆς πρώτης ἐξήρτηται καὶ ὁμοιοῦται πρὸς αὐτήν, καὶ ἑκατέρα μὲν τοῦ παντὸς ἐστιν, ἀλλ’ ἡ μὲν καθ’ ἕνωσιν καὶ ταυτότητα μίαν, ἡ δὲ κατὰ πρόοδον καὶ ἑτερότητα τῶν δημιουργουμένων, ὡςπερ ἡ τρίτη κατ’ ἐπιστροφήν, καὶ ἡ μὲν 30 οὐρανίας, ἡ δὲ δευτέρας καὶ καθ’ ὑφεσιν τὸν ἐν τῇ γενέσει συνέχουσα πόλεμον, ὡςπερ ἡ τρίτη τὰ ἔσχατα τοῦ παντὸς. εἰκῶς οὖν καὶ ὁ Κριτίας νόμους καὶ πᾶσαν τὴν ζωὴν τῶν Ἀθηναίων ἐν κεφαλαίοις ὡςπερ καὶ ὁ ἱερεὺς παραδίδωσι.