Ancient Greek
1.207.1
Proclus Phil., In Platonis Timaeum Commentaria 1.207.1
Unproofread scanNot analysed yet
γὰρ καὶ τὸ ἱερατικὸν ἐν τοῖς θεοῖς τοῖς ἀναγωγοῖς καὶ τὸ μάχιμον ἐν τοῖς φρουρητικοῖς καὶ τὸ δημιουργικὸν ἐν τοῖς τὰ εἴδη πάντα καὶ τοὺς λόγους διακρίνουσι τῶν ἐγκοσμίων, τὸ δὲ γεωργικὸν ἐν τοῖς τὴν φύσιν ἄνωθεν κινοῦσι καὶ τὰς ψυχὰς διασπείρουσι περὶ τὴν γένεσιν· σπορὰς γὰρ καὶ ὁ E Πλάτων ὀνομάζει τὴν εἰς γένεσιν πτώσιν τῆς ψυχῆς, τὸ δὲ σπεῖρειν οἰκειότατον τοῖς γεωργοῖς, ὥσπερ καὶ τὸ συλλαμβάνειν ταῖς τῆς φύσεως ἀπογεννήσεσι. τὸ δὲ νομευτικὸν τοῖς τὰ εἴδη πάντα τῆς ζωῆς διακεχωρισμένως ἐπιτροπεύουσι τὰ ἐν τῇ γενέσει φερόμενα· καὶ γὰρ ἐν τῷ Πολι- 10 τικῷ [271D] νομέας θελοὺς τινὰς αὐτὸς ἡμῖν παραδέδωκε. τὸ δὲ θηρευτικὸν τοῖς τὰ ἐνυλα πάντα πνεύματα διατάττουσι· καὶ γὰρ θῆρας ἐκεῖνα καλεῖν ἔθος ἐστὶ τοῖς θεολόγοις. καὶ ταῦτα πάντα τὰ γένη τῇ μέσῃ προσῆρκε δημιουργίᾳ, τὸ ἐπιστρεπτικόν, τὸ φρουρητικόν, τὸ τὰς ψυχικὰς 15 λήξεις διέπον, τὸ τὰ εἴδη τῆς ζωῆς διακυβερνῶν τὰ γενεσιουργά, τὸ δημιουργικὸν πᾶν καὶ τῶν ἐνύλων εἰδοποιόν, τὸ τῶν ἐσχάτων πνευμάτων τακτικόν. τούτων δὲ τῶν γενῶν πάντων ἕτερον τιθέναι τὸ τῆς φρονήσεως ἐπιμελούμενον καὶ θεωρητικόν, ὁ καὶ αὐτὸς ἐπὶ πᾶσιν ἐξυνήψει πρώτῳ μνη- 20 σθεῖς τοῦ ἱερατικοῦ γένους ὡς ἱερεύς. ἐπὰν οὖν τὰ πάντα, καὶ ἡ μονὰς ἐξήρτηται τῆς ἐξάδος, καὶ ἡ μὲν ἀνάλογόν ἐστι τῷ ἐνὶ νῷ, τῷ πᾶσαν συνέχοντι τὴν δημιουργίαν τῶν γενη- F τῶν, ἡ δὲ τοῖς ὑπ’ αὐτὸν μερικωτέροις ἔθνεσιν, ἀναγωγοῖς, φρουρητικοῖς, εἰδοποιοῖς, ζωποιοῖς, ἀγγελάρχοις τῆς ἡμέρου 25 ζωῆς, κρατητικοῖς τῆς θηριώδους φύσεως, ἣ δὴ καὶ ἐν τῷ παντὶ διώρισται ἀπὸ τῶν ἀπλῶν. καὶ δὴ καὶ ἐν τοῖς ἀνθρώποις, φησί, ταῦτα πάρεστιν ὁρᾶν, πρώτως μὲν παρὰ τοῖς Ἀθηναίοις, δευτέρως δὲ παρὰ τοῖς Σαΐταις, κατὰ τὴν τῶν γενῶν διαίρεσιν ἕκαστον τὸ οἰκεῖον ἔργον ἀποπληροῦντος 30 ἀφωρισμένως· τοῦτο γὰρ δηλοῖ τὸ ἀπὸ τῶν ἄλλων καὶ τὸ