Ancient Greek
1.209.1
Proclus Phil., In Platonis Timaeum Commentaria 1.209.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Α [Tim. 24 B] ἔνυλον πᾶν καὶ ἀφανίζουσαν τὸ πλημμελές. εἰκότως ἄρα καὶ τούτῳ τῷ γένει τὰ περὶ τὸν πόλεμον μέλει· διὰ γὰρ τοῦτο μένει τῶν ἔξωθεν καὶ τῶν βλαπτόντων ἀπειράτος ἡ πόλις, καὶ τοῦτο αὐτῇ περιβάλλει τὴν ἀφ’ ἑαυτῆς φρουρὰν, μιμουμένην τὴν φρουρητικὴν τάξιν· ὡς γὰρ τῷ πρώτῳ τῶν δημιουργῶν, οὕτω καὶ τῷ μέσῳ σύνεστι φρουρητικὴ θεότης. C τοῦτο μὲν οὖν ἀπὸ τῆς θεολογίας ληπτέον. νόμον δὲ ἐν τῷ παντὶ τὸν ἀπὸ τῆς μιᾶς δημιουργικῆς νοήσεως θεσμὸν ἀκουσόμεθα· πρὸ γὰρ τῶν ἐγκοσμίων ἐστὶν ὁ δημιουργικὸς νόμος τῷ Διὶ παρεδρεύων καὶ συνδιακοσμῶν αὐτῷ πᾶσαν τὴν ἐν τῷ παντὶ προμηθίαν.