Ancient Greek
1.213.3
Proclus Phil., In Platonis Timaeum Commentaria 1.213.3
Unproofread scanNot analysed yet
Ταύτην οὖν δὴ τότε ξύμπασαν τὴν διακόσμησιν καὶ σύνταξιν ἡ θεὸς προτέρους ὑμᾶς διακοσμήσασα κατώκισεν [24 C]. Τὸ μὲν ξύμπασαν τὴν ἡνωμένην περιοχὴν ἐν τῇ θεῷ πάντων τῶν ὑπ’ αὐτῆς κεκοσμημένων καὶ τὸ μήτε παραλελείφθαι μηδὲν μήτε διηρημένως αὐτῇ τὸ πλήθος εἶναι δηλοῖ. τὸ δὲ τὴν διακόσμησιν τὴν ἐν τάξει τῆς Ἀθηναικῆς προνοίας διανομὴν ἐνδεικνύται· τὸ δὲ τὴν σύνταξιν τὴν ἕνωσιν τούτων καὶ τὴν πρὸς ἕνα κόσμον συγγένειαν. ἔτι δὲ ἡ μὲν διακόσμησις τὴν ἀπὸ τῆς θεοῦ σημαίνει πρόοδον τῶν ὅλων, ἡ δὲ σύνταξις τὴν εἰς ἑαυτὴν ἐπιστροφήν. ἐπειδή δὲ καὶ τῶν ἐν τῷ παντὶ τὰ μὲν ὅλικά ἐστι, τὰ δὲ μερικά, καὶ τὰ μὲν μονάσιν, τὰ δὲ ἀριθμοῖς ἀνάλογον, μετέχει δὲ ἄμφω μὲν τῆς Ἀθηναικῆς προνοίας, πρῶτος δὲ τὰ ὅλικά καὶ μοναδικά, διὰ δὴ τοῦτο καὶ τοῖς Ἀθηναίοις τὴν πρεσβυτέραν καὶ ἡγεμονικὴν ἀπονέμει τάξιν ὁ παρὼν λόγος, E δευτέραν δὲ τοῖς Σαΐταις καὶ τούτων ὑφεμένην.