Ancient Greek
1.219.1
Proclus Phil., In Platonis Timaeum Commentaria 1.219.1
Unproofread scanNot analysed yet
166 #ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Α [Tim. 24 D] πρὸ τούτων τὴν Πλατωνικὴν ἐκφανῆναι παράδοσιν συμφωνοτάτην οὖσαν τοῖς θεολόγοις, ἄνωθεν οὕτωσί ῥητέον· ἐν τῷ πατρὶ καὶ δημιουργῷ κόσμου τοῦ σύμπαντος πολλαὶ μὲν ἐνιαίαι θεῶν ἀναφαίνονται τάξεις, φρουρητικῶν, δημιουργικῶν, ἀναγωγῶν, συνεκτικῶν, τελεσιουργῶν, μία δὲ καὶ αὕτη τῶν ἐν αὐτῷ πρώτων νοερῶν ἐνάδων ἢ ἄχραντος καὶ ἀδάμαστος θεότης, καθ’ ἣν καὶ αὐτὸς ὁ δημιουργὸς ἀκλινὴς μένει καὶ ἄτρεπτος καὶ πάντα τὰ ἀπ’ αὐτοῦ προϊόντα μετέχει δυνάμεως ἀμειλίκτου, καθ’ ἣν καὶ πάντα νοεῖ καὶ χωριστὸς ἐστιν ἀπ’ ὅλων τῶν ὄντων ἐξηρημένος. ταύτην δὴ τὴν θεότητα καλοῦσιν οἱ θεολόγοι πάντες ’Αθηνᾶν, ὡς μὲν ἀπὸ τῆς κορυφῆς τοῦ πατρὸς τικτομένην καὶ ἐν αὐτῷ μένουσαν νόσιν οὖσαν δημιουργικὴν χωριστὴν καὶ ἄνλον, διὸ καὶ θεονόην αὐτὴν ὁ ἐν Κρατύλῳ [407 B] Σωκράτης ἀνύμνησεν, ὡς δὲ μετὰ τῶν ὅλων ἀνασχούσαν τὴν ἄχράντως συνδιακομοῦσαν τῷ ἐνὶ δημιουργῷ τὰ πάντα καὶ τάττουσαν τὰ ὅλα μετὰ τοῦ πατρός· καὶ διὰ μὲν τὸ πρότερον φιλόσοφον προσαγορεύουσι, διὰ δὲ τὸ δεύτερον φιλοπόλεμον· ἢ γὰρ ἐνιαίως πᾶσαν συνέχουσα τὴν πατρικὴν σοφίαν φιλόσοφός ἐστι, καὶ ἢ πᾶσαν ἐναντίωσιν μονοειδῶς ἐπιτροπεύουσα φιλοπόλεμος ἂν εἰκότως καλοῖτο. διὸ καὶ ὁ Ὀρφεύς [frg. 132] περὶ αὐτῆς τικτομένης φησίν, ὅτι ἄρα αὐτὴν ὁ Ζεὺς ἀπεγέννησεν ἐκ τῆς κεφαλῆς ὅπλοις λαμπομένην χαλκήριον ἄνθος ἰδεῖσθαι. ἐπειδὴ δὲ καὶ εἰς δευτέρας ἔδει καὶ τρίτας αὐτὴν προϊέναι τάξεις, ἀναφαίνεται μὲν ἐν τῇ Κόρῃ κατὰ τὴν ἄχραντον ἐπτάδα, γεννᾷ δὲ πᾶσαν ἀρετὴν ἀφ’ ἑαυτῆς καὶ δυνάμεις ἀναγωγούς καὶ νοῦν ἐπιλάμπει τοῖς δευτέροις καὶ ζωὴν ἄχραντον· διὸ καὶ ἢ Κόρη τριτογενὴς ἀποκαλεῖται, καὶ αὐτὸ τοῦτο τὸ κόρον καὶ τὸ καθαρὸν ἀπὸ τῆς ’Αθηναικῆς ἔλαχεν ἰδιότητος· ἀναφαίνεται δὲ ἐν τοῖς ἀπολύτοις θεοῖς τῷ νοερῷ φωτὶ καὶ δημιουργικῷ τὴν Σεληνιακὴν ἐνίζουσα τάξιν καὶ