Ancient Greek
1.221.1
Proclus Phil., In Platonis Timaeum Commentaria 1.221.1
Unproofread scanNot analysed yet
168 #ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Α [Tim. 24 D] ἐλλάμπει τοῖς διοικούμενοις. διὸ καὶ αὕτη μὲν φιλοπόλεμος εἴρηται καθ’ ἑαυτήν, περὶ δὲ ἐκείνου κατὰ διαίρεσιν· αἰεὶ γὰρ τοῦ ἔρις τε φίλη πόλεμοι τε μάχαι τε [Hom. E 891]· τοῦτο μὲν ὡς τὸ ἀκρότατον τῆς διακρίσεως τοῦ θεοῦ λαχόντος, ἐκεῖνο δὲ ὅτι καὶ τὰ ἐναντία συνάγεται πῶς διὰ τὴν θεὸν ταύτην τῶν ἀμεινόνων κρατούντων καὶ τὴν Νίκην αὐτῇ διὰ τοῦτο καὶ τῶν παλαιῶν συνταττόντων. εἰ τοίνυν ταῦτα ὀρθῶς λέλεκται, φιλόσοφος μὲν ἐστιν ὡς νόησις δημιουργικὴ καὶ ὡς σοφία χωριστὴ καὶ ἄυλος· διὸ δὴ καὶ Μῆτις καλεῖται παρὰ τοῖς θεοῖς· αὕτη γοῦν φησὶ περὶ ἑαυτῆς· μῆτι τε κλέομαι καὶ κέρδεσι [Hom. ν 299]· φιλοπόλεμος δὲ ὡς τὰς ἐναντιώσεις τὰς ἐν τοῖς ὅλοις συνέχουσα καὶ ὡς ἀδάμαστος καὶ ἀμείλικτος θεός· διὸ καὶ σῴζει μὲν τὸν Διόνυσον ἄχραντον, καταγωνίζεται δὲ τοὺς Β Γίγαντας μετὰ τοῦ πατρός, μόνη δὲ αὕτη τὴν αἰγίδα κινεῖ μὴ τοῦ Διὸς προστάττοντος καὶ τὸ δόρυ προβέβληται, τῷ δάμνησι στίχας ἀνδρῶν ἡρώων, τοῖσιν τε κοτέσεται ὀβριμοπάτρῃ [Hom. Θ 390 α 100]. ἡμῖν δὲ ἵλεως οὐδα μεταδοσὶν παρέχοι τῆς ἀχράντου σοφίας καὶ ἀποπλήρωσιν τῆς νοερᾶς δυνάμεως, πορίζουσα μὲν τὰ Ὀλύμπια καὶ ἀναγωγὰ τῶν ψυχῶν ἀγαθὰ, ἐξορίζουσα δὲ τὰ Γίγαντια καὶ γενεσιουργὰ φαντάσματα καὶ ἀνεγείρουσα τὰς καθαρὰς καὶ ἀδιαστρόφους ἐν ἡμῖν περὶ ἁπάντων θεῶν ἐννοίας καὶ προσλάμπουσα τὸ θεῖον φῶς ἐξ αὐτῆς. ἔστι γὰρ φωσφόρος μὲν ὡς τὸ νοερὸν πᾶντη διατείνουσα φῶς· σῴτειρα δὲ ὡς πάντα τὸν μερικὸν νοῦν ἐνιδρύουσα ταῖς ὀλκαῖς νοήσεσι τοῦ πατρός· ἐργάνη δὲ ὡς τῶν δημιουργι-