Ancient Greek
1.222.3
Proclus Phil., In Platonis Timaeum Commentaria 1.222.3
Unproofread scanNot analysed yet
ὅφ’ αὐτῷ μεγάλων ἔργων κράντειρα πέλοιτο· καλλιεργος δὲ ὡς πάντα τὰ ἔργα τοῦ πατρὸς τῷ νοερῷ κάλλει συνἔχουσα· παρθένος δὲ ὡς ἄχραντον προβεβλημένη καὶ ἀμιγῆ καθαρότητα· φιλοπόλεμος δὲ ὡς τὰς ἐν τῷ παντὶ συστοιχίας διέπουσα καὶ τὸν σύμπαντα πρυτανεύουσα πόλεμον· αἰγίοχος δὲ ὡς τὴν ὅλην εἰμαρμένην κινουσα καὶ ποδηγετοῦσα τὰς ποιήσεις αὐτῆς. ἐπλήθωμεν δ’ ἂν καὶ τὰς λοιπὰς τῆς θεοῦ προσηγρίας, εἰ μὴ καὶ ταῦτα διὰ τὴν ἐμὴν περὶ τὸν λόγον συμπάθειαν μηκύνειν ἐδόκουν. πάλιν οὖν ἐπὶ τὸ προκείμενον ἀπὸ τούτων τραπόμενοι λέγωμεν, ὅτι δύο τούτους θεοὺς ὁ Πλάτων φιλόσοφος ἐκάλεσε, τὸν τ’ Ἕρωτα καὶ τὴν Ἀθηνᾶν, οὐ κατὰ τὸν αὐτὸν λόγον ἀμφοτέρους, ἀλλὰ τὸν μὲν ὡς μεσότητα τῶν ὅλων καὶ ὡς πρὸς τὴν νοητὴν σοφίαν ἀνάγοντα, τὴν δὲ ὡς ἀκρότητα καὶ ὡς τῆς δημιουργικῆς σοφίας ἔννοιαν· ἦν γὰρ ὁ δημιουργὸς καὶ Μῆτις πρῶτος γενέτωρ καὶ Ἕρως πολυτερητής [Orph. frg. 71], καὶ ὡς μὲν Μῆτις τίκτει τὴν Ἀθηνᾶν, ὡς δὲ Ἕρως ἀπογεννᾷ τὴν ἑρωτικὴν σειράν.