Ancient Greek
1.224.3 to 1.224.4
Proclus Phil., In Platonis Timaeum Commentaria 1.224.3-4
Unproofread scanNot analysed yet
Λέγει γὰρ τὰ γεγραμμένα, ὅσην ἡ πόλις ὑμῶν ἐπαινεῖ ποτὲ δύναμιν ἔβρει πορευομένην ἄμα ἐπὶ πᾶσαν Εὐρώπην καὶ Ἀσίαν [24 E]. Οὔτε τῶν ἐγκωμαστικῶν αὐξήσεων οὐδεμίαν ἐν τούτοις παραλέλοιπεν ὁ Πλάτων, εἴ τις ὡς ψιλὴν ἱστορίαν ἀποδέχοιτο τὸν τῶν Ἀθηναίων πρὸς Ἀτλαντίνους πόλεμον, οὔτε θεολογικῆς ἀκριβείας τινὸς ἀπολείπεται μετ’ εὐλαβείας, εἴ τις ἐπὶ τὰ ὅλα μεταβαίνειν ἀπὸ τῶν μερικῶν ἐθέλοι καὶ ἐπὶ τὰ παραδείγματα χωρεῖν ἀπὸ τῶν εἰκόνων. πολλῶν γοῦν B