Ancient Greek
1.227.1
Proclus Phil., In Platonis Timaeum Commentaria 1.227.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Α [Tim. 24E] στηλῶν οἰκήσεις ἀνάλογον πάσῃ τῇ κρείττονι συστοιχίᾳ θετέον, τὰ δὲ ἔκτὸς πάσῃ τῇ καταδεεστέρα, καὶ ταύτης μίαν τε ζώην καὶ συνεχῆ καὶ ποικίλας προιοῦσαν. εἴτε οὖν ἀπὸ θεῶν ἀρξόμενος λέγοις Ὀλυμπίους καὶ Τιτανικούς, εἴτε ἀπὸ νοῦ στάσιν καὶ κίνησιν ἢ ταύτων καὶ θάτερον, εἴτε ἀπὸ ψυχῶν λογικὰς καὶ ἀλόγους, εἴτε ἀπὸ σωμάτων οὐρανὸν καὶ γένεσιν, εἴτε ἄλλως ὁποσοῦν μερίξοις τὰς οὐσίας, κατὰ πάσας τὰς διαφέσεις ἀναλογήσει τοὺς μὲν ἀμείνους τῶν ἔντὸς Ὁρακλέους στηλῶν γένος πᾶν, τοὺς δὲ χειρόους τὸ τῶν ἔκτὸς· ἐκεῖ γὰρ ὁ ἀληθινὸς πόντος ὁ τῆς ἀνομοιότητος καὶ πᾶσα ἡ ἕνυλος ζωή καὶ ἡ προιοῦσα εἰς διάστασιν καὶ πλήθος ἀπὸ τοῦ ἑνός. εἴτε οὖν Ὀρφικῶς ἐθέλοις ἀντιτάττειν τὰ Ὀλύμπια γένη καὶ Τιτανικὰ καὶ κρατοῦντα τὰ ἕτερα τῶν ἑτέρων ὑμεῖν, εἴτε Πυθαγορείως τὰς δύο συστοιχίας ὁρᾶν ἄνωθεν ἄχρι τῶν ἐσχάτων διηκοῦσας καὶ τὴν ἀμείνω κοσμητικὴν τῆς καταδεεστέρας, εἴτε Πλατωνικῶς πολὺ μὲν τὸ ἄπειρον θεωρεῖν ἐν τῷ παντί, πολὺ δὲ τὸ πέρας, ὡς ἐν Φιλήβῳ [30 C] μεμαθήκαμεν, καὶ τὴν ὀλίην ἀπειρίαν μετὰ τῶν τοῦ πέρατος μέτρων γένεσιν ἀπειργασμένην διὰ πάντων τείνουσαν τῶν ἐγκοσμίων, ἣν ἐξ ἀπάντων ἂν λάβοις τοῦτῶν, ὅτι πᾶσα ἡ τοῦ κόσμου σύστασις ἐκ τῆς ἐναντιώσεως συνῃρμοστai ταύτης. καὶ εἰ ὁ γενναῖος Ἡράκλειτος [frg. 53 Diels] εἰς ταύτην ἀπίδων ἔλεγε πόλεμος πατὴρ πάντων, οὐδ’ οὕτως ἀτόπως ἔλεγεν. ὁ μὲν οὖν Πορφύριος ἐν τούτοις εἰς δαίμονας καὶ ψυχὰς ἀναπέμπων τὴν θεωρίαν, ποτὲ δὲ καὶ τοῦ μυθευομένου Τιτανικοῦ πολέμου μνήμην ποιησάμενος τὰ μὲν πιθανῶς, τὰ δὲ οὐ προσβιβάζει τοῖς προκειμένοις. ὁ δὲ γε θεῖος Ἰάμβλιχος θαυμαστὸν τινα τρόπον διὰ τὴν πρὸς τοὺς ἄλλους ἀντιλογίαν μερικώτερον ἀντιλαβόμενος τῆς ἀναλύσεως οὐδ’ ἄλλως ἢ κατὰ τὸ φαινόμενον ἀπροσδοτᾶι τῶν λόγων διέγνωκε, καίτοι γε ἐν προοίμίοις αὐτὸς ἀφορμὰς ἡμῖν τῶν τοιούτων λόγων παραδε-