Ancient Greek
1.232.1
Proclus Phil., In Platonis Timaeum Commentaria 1.232.1
Unproofread scanNot analysed yet
ΠΡΟΚΛΟΥ ΕΙΣ ΤΟΝ ΤΙΜΑΙΟΝ Α [Tim. 24E 25A] 179 μὲν ὅλας αἰτίας ἀκωλύτως καὶ διὰ τῆς ὕλης διήκειν καὶ κοσμεῖν αὐτήν, ἡμᾶς δὲ μὴ ἀεὶ κρατεῖν αὐτῆς, ἀλλ’ εἰς τὴν ἄπειρον καὶ ἀόριστον βαπτίζεσθαι φύσιν. ἐπειδὴ δὲ συνεχὴς ἐστι τῶν πραγμάτων ἡ πρόοδος, καὶ οὐδὲν οὐδα- 5μοῦ παραμπίπτει κενόν, ἀλλ’ ὑφεσις εὐτάκτος ἀπὸ μὲν τῶν ὀλιγωτάτων ἐπὶ τὰ μέσα θεωρεῖται περιέχοντά τε καὶ περι- 10εχόμενα, ἀπὸ δὲ τῶν μέσων ἐπὶ τὰ ἔσχατα καὶ ἀτομώτατα, διὰ δὴ τοῦτο καὶ αὐτὸς τοῖς Ἀτλαντίνοις ἀπὸ μὲν τῆς Ἀτλαντίδος ἐπὶ τὰς ἄλλας νήσους, ἀπὸ δὲ τούτων ἐπὶ τὴν καταντικρὺ κειμένην ἡπειρον εἶναι φησι τὴν πορείαν, καὶ εἶναι μίαν μὲν τὴν Ἀτλαντίδα, πολλάς δὲ τὰς ἄλλας νή- 15σους, μεγίστην δὲ τὴν ἡπειρον· πρέπει γὰρ ἡ μὲν μονὰς τῷ καθ’ ἕκαστον γένει πρώτῳ, ὁ δὲ ἀριθμὸς καὶ τὸ πλήθος τῷ δευτέρῳ —ἔμα γὰρ δυάδι τὸ πλήθος —καὶ τὸ μέγεθος τῷ τρίτῳ διὰ τὴν ἐπὶ τριάδα τοῦ μεγέθους πρό- 20βασιν. ἐπειδὴ δὲ τὰ ἔσχατα τῆς χειρόνος συστοιχίας ἐστὶ τὰ ἐνυλότατα, διὰ μὲν τοῦ καταντικρὺ τὴν πλείστην αὐτῶν πρὸς τὰ κρείττονα διάστασιν ἐδήλωσε, καὶ οὐχ ὡςπερ ἐπὶ τῶν Ἀτλαντίνων ἀπέχρησεν αὐτῷ μόνον τὸ ἐξωθεν, ὅ τῆς ἑτέρας μερίδος αὐτοὺς ἀπέφαινεν, ἀλλὰ καὶ τὸ καταν- 25τικρὺ προσέθηκεν, ἵνα τὴν ἔσχάτην ὑφεσιν ἐνδείξηται· διὰ δὲ τοῦ περὶ τὸν ἀληθινὸν εἶναι πόντον τὴν περὶ τὴν ὕλην καὶ τὰ τελευταῖα τῶν ἐγκοσμίων ὑποστάσιν αὐτῶν ἐσήμηνεν· ὁ γὰρ ἀληθινὸς πόντος ἀνάλογόν ἐστι τῷ ἀληθινῷ ψεύδει καὶ τῇ ἀληθῶς ὕλῃ, ἣν ἀνομοιότητος πόν- 30τον ἐν τῷ Πολιτικῷ [273D] προσείρηκε. καὶ μὴν καὶ ὅτι διωρισμένας εἶναι δεῖ τὰς διπλὰς ταύτας συστοιχίας ἀπ’ ἀλλήλων, ἀσυγχύτους τοῖς δημιουργικοῖς ὅροις φυλαττομένας, τὰς Ἡρακλέους στήλας ἔφατο διορίζειν τὴν τε ἐντὸς οἰκουμένην καὶ τὴν ἔκτος· τὴν γὰρ ἀκμάζουσαν δημι- 35ουργικὴν ποίησιν καὶ τὴν διάκρισιν τὴν τῶν ἐν τῷ παντὶ γενῶν τὴν θείαν μονίμως καὶ ἀφρενωπῶς ἀεὶ τὴν αὐτὴν διαμένουσαν, Ἡρακλέους στήλας προσηγόρευσε. Διὸς γοῦν