Ancient Greek
1.237.3
Proclus Phil., In Platonis Timaeum Commentaria 1.237.3
Unproofread scanNot analysed yet
Οὐχ ὅτι στάσις ἦν ποτε τῶν θείων πραγμάτων, οὐδ’ ὅτι τὰ καταδεέστερα κρατεῖν τῶν ἀμεινόνων ἐγλῴχετο, φησίν· ἀλλ’ ἔστω μὲν ταῦτα ἐπ’ ἀνθρώπων ἀληθῆ, περὶ δὲ τῶν ἐν τῷ παντὶ τῆς δευτέρας συστοιχίας γενῶν τῶν ὀλιγωτάτων ἐνδείκνυται ὁ παρὼν λόγος, ὅτι ἤρα διὰ πάντων πεφοίτηκεν· ἔστι γὰρ καὶ ἐν οὐρανῷ καὶ πανταχοῦ διακριτικὴ δύναμις καὶ ἐνωτικὴ, καὶ οὐδὲν ἔστιν ἄμοιρον αὐτῶν, ἀλλ’ ἔστιν ἐν τοῖς κρείττοσιν οὐ διηρημένως οὐδὲ κατὰ πλῆθυσμόν, ἀλλ’ εἰς ἓν ἠθροισμένη καὶ μιᾷ ὁρμῇ, τοῦτο δὲ ἔστιν ἡνωμένως καὶ κατὰ μίαν καὶ συνεχῆ ζωήν· ὡς γὰρ ἐν τῇ χειρόνι συστοιχία καὶ τὸ ἐν πληθύνεται, οὕτως ἐν τῇ κρείττονι τὸ πλῆθος ἐνίζεται. διὸ καὶ πανταχοῦ ἔστι τὸ πλῆθος καὶ κρατεῖται διὰ τῆς ἐνώσεως. τούτων γὰρ εἰκόνα φέρει καὶ τὸ τοὺς Ἀτλαντίνους βούλεσθαι μὲν κρατεῖν τῆς ἐντὸς οἰκουμένης πάσης ἀθροιζομένους εἰς ἓν, κρατεῖσθαι δὲ ὅμως ὑπὸ τῶν Ἀθηναίων· καὶ γὰρ τὸ πλῆθος καὶ ἡ διάκρισις εἰ καὶ ἐν τῇ ἀμείνονι συστοιχία θεωροῖτο, ἀλλ’ ἡνωμένος θεωρηθήσεται καὶ οὐ τοῦ πλήθους ἐκεῖ κρατοῦντος, ἀλλὰ τῆς ταυτότητος καὶ ὅλως τῶν ἀμεινόνων γενῶν.